Venetus A (Marciana 454 = 822), folio 199, recto
previous | next |
---|---|
msA 198v | msA 199v |
Iliad text (25 lines)
Iliad 15.401: ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω: αὐτὰρ ἔγωγε
Iliad 15.402: σπεύσομαι εἰς Ἀχιλῆα : ἵ̈ν’ ὀτρύνω πολεμίζειν:
Iliad 15.403: τίς δ’ οἶδ’ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω
Commented on by msA 15.114
Iliad 15.404: παρειπών. ἀγαθὴ δὲ παραίφασίς. ἐστιν ἑταίρου:
Iliad 15.405: τὸν μὲν ἂρ ὣς εἰπόντα πόδες φέρον. αὐτὰρ Ἀχαιοὶ
Commented on by msA 15.115
Iliad 15.406: Τρῶας ἐπερχομένους μένον ἔμπεδον. οὐδ’ ἐδύναντο
Iliad 15.407: παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν:
Commented on by msA 15.116
Iliad 15.408: οὐδέ ποτε Τρῶες : Δαναῶν ἐδύναντο φάλαγγας
Iliad 15.409: ῥηξάμενοι. κλισίῃσι μιγήμεναι οὐδὲ νέεσσιν:
Iliad 15.410: ἂλλ’ ὥς τε στάθμη δόρυ νήϊον ἐξῑθύνει
Commented on by msA 15.117
Iliad 15.411: τέκτονος ἐν παλάμῃσι δαί̈μονος. ὁς ῥά τε πάσης
Iliad 15.412: εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης :
Commented on by msAint 15.36, msA 15.118, msA 15.119
Iliad 15.413: ὡς μὲν τῶν ἐπὶ ῖ̈σα μάχη τέτατο πτόλεμός τε:
Iliad 15.414: ἄλλοι δ’ ἀμφ’ ἄλλησι μάχην ἐμάχοντο νέεσσιν:
Commented on by msA 15.120
Iliad 15.415: Ἕκτωρ δ’ ἄντ’ Αἴαντος εείσατο κυδαλίμοιο:
Iliad 15.416: τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον: οὐδὲ δύναντο:
Iliad 15.417: οὔθ’ ὃ, τὸν. ἐξελάσαι: καὶ ἐνιπρῆσαι πυρὶ νῆας.
Commented on by msAint 15.37, msA 15.121
Iliad 15.418: οὔθ’ ὃ, τὸν, ὰψ, ὤσασθαι. ἐπεί ῥ’ ἐπέλασσέ γε δαίμων:
Iliad 15.419: ἔνθ’ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας
Commented on by msA 15.122, msA 15.123
Iliad 15.420: πῦρ ἐς νῆα φέροντα. κατὰ στῆθος βάλε δουρί:
Iliad 15.421: δούπησεν δὲ πεσὼν. δαλὸς δέ οἱ ἔκπεσε χειρός:
Iliad 15.422: Ἕκτωρ δ’ ὡς ἐνόησεν ἀνεψῐὸν ὀφθαλμοῖσιν.
Iliad 15.423: ἐν κονίῃσι πεσόντα. νεὸς προπάροιθε μελαίνης:
Iliad 15.424: Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο, μακρὸν ἀΰσᾱς:
Iliad 15.425: Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταὶ.
Other texts (14 passages)
Scholia group: msAint
msAint 15.36: οτ ἅπαξ ἐνταυθ σοφίαν ὼνομασεν τὴν τεκτονικὴν τέχνην ⁑
Comments on 15.412
msAint 15.37: Ἀρισταρχ νῆα : ἀλλοι δὲ νῆας ⁚
Comments on 15.417
Scholia group: msAil
msAil 15.24: ἐπῆλθεν
Comments on 15.X@εείσατο
Scholia group: msAim
msAim 15.50: οτ αγῶνι τῷ ἀθροίσματι τῶν νεῶν εστι τῷ νασταθμ ⁑
Comments on 15.428
Scholia group: msA
msA 15.114: τίς δ’ οἶδ’ σὺν δαίμονι θυμὸν ορίνω: ὅτι ουτ εἴρηκεν αὐτῷ τὸν θυμὸν ὀρίνω . ἀντι τοῦ εἰ αὐτοῦ τὸν θυμὸν ορίναιμι ⁑
Comments on 15.403
msA 15.115: τὸ μὲν ὰρ ὡς εἰπόντ πόδες φέρον: ὅτι οἱ πόδες αὐτὸν ἔφερον. οὐκ αὐτὸς τοὺς πόδας. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτ γράφοντα ῥίμφ’ έα γοῦνα φέρει ⁑
Comments on 15.405
msA 15.116: παυροτέρους περ εόντας: ὅτι σαφῶς οἱ Τρῶες ἐλάττονες συνίστανται τῶν Ἑλλήνων , καὶ τῶν επικούρων ἐξεληλυθότων ⁑
Comments on 15.407
msA 15.117: στάθμη. εργαλεῖον τεκτονικὸν ἡ και κατευθυντηρία λεγομένη ἐξιθύνει δὲ ἶσον ποιεῖ ἐξορθοῖ τούτῳ δὲ κανονίζεται τὰ ξύλα, ἔστι δὲ σχοινίον λεπτὸν ἐρυθρῶ ἡ μέλανι χρώματι βεβαμένῳ ⁑
Comments on 15.410
msA 15.118: εὖ εἰδῇ σοφίης ἔμπειρος τεκτονικῆς τὸ γὰρ παλαιὸν πᾶς τεχνίτης σοφὸς ὠνομάζετο συγκεχυμένω ὀνόματι ὕστερον δὲ Πυθαγόρας τοῦτο μεμψάμενος σοφὸν μὲν μόνον τὸ θεῖον εῖπεν ὀνομάζεσθ ⁑
Comments on 15.412
msA 15.119: καὶ φιλοσοφίαν μόνην τὴν ἔχουσαν τὸ τέλειον καὶ ἄπταιστον ⁑
Comments on 15.412
msA 15.120: ἄλλοι δ’ ἀμφ’ ἄλλησι μάχην: ὅτι ἐκ τούτου διεσκεύασται ὁ τῆς τειχομαχ στίχος ἄλλοι δ’ ἀμφ’ άλλησι μάχην ἐμάχοντο πύλῃσι ⁑
Comments on 15.414
msA 15.121: οὐθ’ ὃ τὸν ἐξελάσαι: Ἀρίσταρχος χωρὶς τοῦ σ γράφει νῆα προεῖπε γὰρ τὼ δὲ περι μιᾶς νηὸς ἔχον πόνον ’ ⁑
Comments on 15.417
msA 15.122: ἔνθ’ υἷα Κλυτίοιο . ὅτι οῦτος ὁ Κλυτίος ἐστιν ἀδελφὸς Πριάμου : Λαομέδων δ’ ἄρα Τιθωνὸν τέκετο Πρίαμοιο Λάμπον τε Κλυτίον τε ⁑
Comments on 15.419
msA 15.123: Καλήτορα : Καλήτωρ ἀνεψιὸς Ἕκτορος . ἔστι δὲ καὶ ἕτερος Κλυτιος ὁμώνυμος. καὶ Δόλοπα Κλυτίδην ⁑
Comments on 15.419
previous | next |
---|---|
msA 198v | msA 199v |