Venetus A (Marciana 454 = 822), folio 200, recto
previous | next |
---|---|
msA 199v | msA 200v |
Iliad text (25 lines)
Iliad 15.451: αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰ̈ός:
Iliad 15.452: ήριπε δ’ ἐξ οχέων, ὑπερώησαν δέ οἱ, ἵ̈πποι
Iliad 15.453: κεὶν’ ὄχεα κροτέοντες. ἄναξ δ’ ἐνόησε τάχιστα
Iliad 15.454: Πουλυδάμας . καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων:
Iliad 15.455: τοὺς μὲν ὅ γ’ Ἀστυνόῳ . Προτιάονος υἱέϊ δῶκε.
Iliad 15.456: πολλὰ δ’ ἐπότρυνε σχεδὸν ἴ̈σχειν εἰσορόωντα:
Iliad 15.457: ἵππους. αὐτὸς δ’ αὖτις ἰ̈ὼν, προμάχοισιν ἐμίχθη:
Iliad 15.458: Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ
Iliad 15.459: αἴνυτο. καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν .
Commented on by msAim 15.54
Iliad 15.460: εἴ μιν ἀριστεύοντα βαλὼν, ἐξείλετο θυμόν:
Iliad 15.461: ἀλλ’ οὐ λῆθε Διὸς πυκινὸν νόον: ὅς ῥ’ ἐφύλασσεν
Iliad 15.462: Ἕκτορ ‘: ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα:
Commented on by msAint 15.38
Iliad 15.463: ὅς, οἱ, ἐϋστρεφέᾰ νευρὴν ἐν ἀμύμονι τόξῳ
Commented on by msA 15.133
Iliad 15.464: ῥῆξ’ ἐπὶ τῷ ἐρύοντι. παρεπλάγχθη δέ οἱ ἄλλῃ
Commented on by msA 15.134
Iliad 15.465: ἰ̈ὸς χαλκοβαρὴς. τόξον δέ οἱ ἔκπεσε χειρός:
Iliad 15.466: Τεῦκρος δ’ ἐρρίγησε. κασίγνητον δὲ προσηύδα:
Iliad 15.467: ὢ πόποι: ῆ, δὴ πάγχυ μάχης ἐπι μήδεα κείρει
Commented on by msAim 15.55
Iliad 15.468: δαίμων ἡμετέρης. ὅ τέ μοι βιὸν ἔκβαλε χειρὸς.
Iliad 15.469: νευρὴν δ’ ἐξέρρηξε, νεόστροφον. ἣν ἐνέδησα
Commented on by msAext 15.17
Iliad 15.470: πρώϊον. ὄφρ’ ἀνέχοιτο, θαμὰ θρῴσκοντας ὀϊστούς:
Commented on by msA 15.136
Iliad 15.471: τὸν δ’ ἠμείβετ’. ἔπειτα μέγας Τελαμώνιος Αἴας :
Iliad 15.472: ὦ πέπον. ἀλλὰ βιὸν μὲν, ἔα καὶ ταρφέας ἰ̈οὺς
Iliad 15.473: κεῖσθαι. ἐπεὶ συνέχευε θεὸς. Δαναοῖσι μεγήρας:
Iliad 15.474: αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ. καὶ σάκος ὤμῳ:
Iliad 15.475: μάρναό τε Τρώεσσι . καὶ ἄλλους ὄρνυθι λαούς.
Other texts (9 passages)
Scholia group: msAext
msAext 15.17: ἐνέδη
Comments on 15.469
Scholia group: msAint
msAint 15.38: οτ ἐνήλλακται ἡ πτῶσις Τοῦκρον αντ Τεύκρου ⁑
Comments on 15.462
Scholia group: msAil
msAil 15.26: προσφατον⁚
Comments on 15.470@πρώϊον
Scholia group: msAim
msAim 15.54: Ζηνοδοτ μάχης ἄλλοι δὲ μάχην καὶ Ἀριστοφ δὲ μάχην ⁑
Comments on 15.459
msAim 15.55: ἐν αλλῳ ὦ πέπον
Comments on 15.467
Scholia group: msA
msA 15.133: ὅς οἱ ἐϋστρεφέα νευρὴν, οὐκ αναγκαῖον ἐκτείνειν τὸ α ἀπήρτησε γὰρ εἰς μέρος λο ὁμοίως τῷ ἀμφιρεφέα τε φαρέτρην ⁑
Comments on 15.463
msA 15.134: ῥῆξ ἐπὶ τῷ ἐρύοντι, ὅτι πτώσεως γέγονεν ἐναλλαγὴ δοτικὴν ἀντι γενικῆς ἐρύοντι ἀντι τοῦ ἐρύοντος τὴν νευρὰν ἐπι τούτῳ ⁑
Comments on 15.464
msA 15.135: νευρὴν δ’ ἐξέρρηξε νεόστροφον ἣν ἐνέδησα πρώϊον: ἀμφότερα γράφεσθαι φησὶν ὁ Ἀρίσταρχος πρῴην καὶ πρώϊον . ταυτὸν δὲ ἐξ ἑκατέρου σημαίνεσθαι: εὕρομεν δὲ καὶ ἐΰστροφον γεγραμμένον καὶ ἔχει τινὰ ἐπιτα ⁑
Comments on 15.469-15.470
msA 15.136: πρώϊον, ὄφρ’ ἀνέχοιτο: ὅτι Ζηνοδοτ γράφει πρώην : ἔμφασις δὲ γίνεται πλείονος χρόνου: τὸ δὲ πρώϊον ἐστι πρωΐας καὶ γὰρ γέγονεν οὑτως, τῇ προ ταύτης ἡμέρᾳ ῥῆξε δέ οἱ νευρὴν νάρκησε δὲ , ὥστε εὔλογον τῇ ἑξῆς ἐκείνης πρωΐας ἐνῆφθαι ⁑
Comments on 15.470
previous | next |
---|---|
msA 199v | msA 200v |