Venetus A (Marciana 454 = 822), folio 200, verso
previous | next |
---|---|
msA 200r | msA 201r |
Iliad text (25 lines)
Iliad 15.476: μη μὰν, ἀσπουδί γε. δαμασσάμενοί περ ἕλοιεν
Commented on by msAim 15.56
Iliad 15.477: νῆας ἐϋσσέλμους. ἀλλὰ μνησώμεθα χάρμης:
Iliad 15.478: ὣς φάθ’. ὃ δὲ τόξον μὲν ἐνι κλισίῃσιν ἔθηκεν:
Iliad 15.479: αὐτὰρ ὅ γ’ ἀμφ’ ὤμοισι σάκος θέτο τετραθέλυμνον:
Iliad 15.480: κρᾱτὶ δ’ ἐπ’ ἰ̈φθίμῳ κυνέην εὔτυκτον ἔθηκεν.
Commented on by msA 15.137, msA 15.138
Iliad 15.482: εἵλετο δ’ ἄλκιμον ἔγχος. ἀκαχμένον ὀξέϊ χαλκῷ:
Iliad 15.483: βῆ δ’ ϊέναι. μάλα δ’ ῶκα θέων Αἴαντι παρέστη:
Iliad 15.484: Ἕκτορ δ’ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα.
Iliad 15.485: Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας:
Iliad 15.486: Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταὶ.
Iliad 15.487: ἀνέρες ἔστε φίλοι. μνήσασθε δὲ θούριδος ἀλκῆς
Iliad 15.488: νῆας ἀνα γλαφυρὰς . δὴ γὰρ ἴ̈δον ὀφθαλμοῖσιν.
Commented on by msA 15.139
Iliad 15.489: ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα:
Iliad 15.490: ῥεῖα δ’ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκὴ.
Iliad 15.491: ἠμὲν, ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ.
Commented on by msA 15.140
Iliad 15.492: ἠδ’ ὅτινας μινύθῃ τε καὶ οὐκ εθέλῃσιν ἀμύνειν:
Iliad 15.493: ὡς νῦν Ἀργείων μινύθει μένος. ἄμμι δ’ ἀρήγει:
Iliad 15.494: ἀλλὰ μάχεσθ’ ἐπὶ νηυσὶν ἀολλέες: ὃς δέ κεν ὕμέων:
Commented on by msA 15.141, msAext 15.18
Iliad 15.495: βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ.
Commented on by msAim 15.57
Iliad 15.496: τεθνάτω: οὔ οι ἀεικὲς ἀμυνομένῳ περι πάτρης
Iliad 15.497: τεθνάμεν: ἂλλ’ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω.
Iliad 15.498: καὶ οἶκος καὶ κλῆρος ἀκήρατος εἴ κεν Ἀχαιοὶ
Commented on by msA 15.142, msAim 15.58
Iliad 15.499: οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν:
Iliad 15.500: ὣς εἰπὼν. ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου:
Iliad 15.501: Αἴας δ’ αῦθ’ ἑτέρωθεν ἐκέκλετο, οἷς ἑτάροισιν:
Other texts (10 passages)
Scholia group: msAext
msAext 15.18: ύμεων
Comments on 15.494
Scholia group: msAim
msAim 15.56: οτ ασπουδι χωρὶς κακοπαθείας ⁑
Comments on 15.476
msAim 15.57: οτ διαστελλει τὸ βαλεῖν καὶ τύψαι ⁑
Comments on 15.495
msAim 15.58: καὶ ἡ ουσία καὶ ὁ βίος ⁑
Comments on 15.498
Scholia group: msA
msA 15.137: κρατὶ δ’ ἐπ’ ἰφθήμῳ, ὅτι πρότερον τὴν ἀσπίδα εἴληφεν εἶτα τὴν περικεφαλαίαν: ὁ δὲ Ζηνόδοτος ἐνήλλαχεν ἐπὶ τῆς Ἀλεξάνδρου μονομαχίας ⁑
Comments on 15.480
msA 15.138: ὅτι οὐκ εἰχεν κόρυθας οἱ τοξόται: καὶ ἐπὶ τῶν Λοκρῶν οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας ⁑
Comments on 15.480
msA 15.139: νῆας ἀνὰ γλαφυρὰς, βελτιον τοῦτο τοῖς ἄνω συνάπτειν προτρέπει γὰρ αὐτοὺς ἐπι τὰς ναῦς ὁρμᾶν ⁑
Comments on 15.488
msA 15.140: ἢμεν ὁτεοισιν. τὸ ὅτοισι τρισύλλαβον ἐπὶ τὴν πρώτην ἔχει συλλαβὴν τὴν ὀξεῖαν, τὸ μέντοι ὁτέοισιν οὐκέτι, ἐπεὶ ήμελλε τρίτη ἀπο τέλους πίπτειν ἡ οξεια διὸ ἐπι τὴν δευτέραν ἀπο τῆς ἀρχούσης μετεστη
Comments on 15.491
msA 15.141: ὃς δέ κεν ὕμεων. ἡ ὕμεων ἀντωνυμία, ἀπόλυτός ἐστι. καὶ οὐκ έχουσα ἀντιδιαστο : \διὸ\ τρίτην ἀπο τέλους ἔχει τὴν ὀξείαν ⁑
Comments on 15.494
msA 15.142: κλῆρος: χωρικὴ περίκτησις καὶ οὐσία ἐπεὶ οἱ πρῶτοι καταλαβόντες χώραν. κλήρῳ αὐτὴν διενέμοντο ⁑
Comments on 15.498
previous | next |
---|---|
msA 200r | msA 201r |