Venetus A (Marciana 454 = 822), folio 201, recto
previous | next |
---|---|
msA 200v | msA 201v |
Iliad text (25 lines)
Iliad 15.502: αἰδὼς Ἀργεῖοι : νῦν ἄρκιον ἠ ἀπολέσθαι
Iliad 15.503: ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν:
Iliad 15.504: ῆ ἔλπεσθ’. ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ .
Iliad 15.505: ἐμβαδὸν ί̈ξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος:
Commented on by msA 15.143, msA 15.144, msAil 14.F6
Iliad 15.506: ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
Iliad 15.507: Ἕκτορος , ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει:
Iliad 15.508: οὐ μὰν ἔς γε, χορὸν κέλετ’ ἐλθέμεν. ἀλλὰ μάχεσθαι:
Iliad 15.509: ἡμῖν δ’ οὔ τις τοῦδε νόος. καὶ μῆτις ἀμείνων.
Iliad 15.510: ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε:
Iliad 15.511: βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι.
Commented on by msA 15.145
Iliad 15.512: ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
Iliad 15.513: ὧδ’ αύτως παρὰ νηυσὶν, ὑπ’ ἀνδράσι χειροτέροισιν:
Commented on by msAint 15.39, msAim 15.59
Iliad 15.514: ὡς εἰπὼν. ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου:
Iliad 15.515: ἔνθ’ Ἕκτωρ μὲν ἕλε. Σχεδίον Περιμήδεος υἱὸν.
Commented on by msA 15.147
Iliad 15.516: ἀρχὸν Φωκήων . Αἴας δ’ ἕλε Λαοδάμαντα
Iliad 15.517: ἡγεμόνα πρυλέων. Ἀντήνορος ἀγλαὸν υἱόν:
Iliad 15.518: Πουλυδάμας δ’ Ω̂τον Κυλλήνιον ἐξενάριξε
Commented on by msA 15.148
Iliad 15.519: Φῡλείδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν :
Iliad 15.520: τῷ δὲ Μέγης ἐπόρουσεν ἰ̈δών. ὁ δ’ ὕπαιθα λιάσθη
Iliad 15.521: Πουλυδάμας , καὶ τοῦ μὲν ἀπήμβροτεν, οὐ γὰρ Ἀπόλλων
Iliad 15.522: εἴᾱ Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι:
Iliad 15.523: αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον ούτασε δουρί:
Iliad 15.524: δούπησεν δὲ πεσὼν, ὃ δ’ ἀπ’ ὤμων τεύχε’ ἐσύλα.
Iliad 15.525: τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς εὖ εἰδὼς.
Commented on by msA 15.149
Iliad 15.526: Λαμπετίδης . ὃν, Λάμπος ἐγείνατο φέρτατον υἱὸν
Other texts (10 passages)
Scholia group: msAint
msAint 15.39: ουτ γραπτέον ὦδ’ αύτως,
Comments on 15.513
Scholia group: msAil
msAil 15.27: αρμόζον ευμφέρον
Comments on 15.502@ἄρκιον
Scholia group: msAim
msAim 15.59: οτ το ωδ αντ τοῦ ουτ ⁑
Comments on 15.513
Scholia group: msA
msA 15.143: ‡ ἐμβαδὸν ΐξεσθαι: ὅτι ἤτοι ἠθικῶς λέγει ἐλπίζεται ἐμβήσεσθαι ὲπι τὰς καησομένας ναῦς, ἠ καὶ ἑλπίζετε ἐμβάντες ἐπι τὴν θάλασσαν ἀφίξεσθαι ἐπὶ τὰς πατρίδας ὅ ἐστι βάδην ἐπι τῆς θαλάσσης πορευόμενοι ⁑
Comments on 15.505
msA 15.144: ἐμβαδὸν πεζῆ, ὅθεν ἡ μὴ πεζευόμεν ἄβατος. οἱ δὲ τὸν ἐμβατήριον ῥυθμόν ἡ πρὸς ὃν Λακεδαιμόνιοι νικῶντες εἰσβάλλουσι εἰς τὴν πατρίδα ⁑
Comments on 15.505
msA 15.145: βέλτερον ὴ ἀπολεσθαι, ὅτι οὐκ εκληπτέον τρεῖς διαστολὰς, ἀλλ’ εκ τοῦ ἢ αὐτοσχεδίη βέλτερον ἠ ἀπολέσθαι καθ’ ἕνα χρόνον περὶ εν μέρος, πρότερον δὲ τὸ ἢὲ βιῶναι : ὁ γὰρ λόγος, βέλτιον καθ’ ἕνα χρόνον συντόμως ἀπολέσθαι , ἠ πολὺν χρόνον φθείρεσθαι: τὸ γὰρ στρεύγεσθαι ἐστὶ στραγγίζεσθαι κατ ὀλίγον ἐκλείποντα ⁑
Comments on 15.511
msA 15.146: διαστολὴ δὲ ἐπι τὸ βιῶναι , μέχρι δὲ αὐτοῦ συναπτέον. ὁ γὰρ λόγος, ἢ ἀποθανεῖν ἠ ζῆσαι συντόμως βέλτιον ἐστιν. ἡ μετα παρολκῆς καταπονεῖσθαι ⁑
Comments on 15.11-15.12
msA 15.147: ἔνθ’ Ἕκτωρ μὲν ἕλε Σχεδίον : ὅτι οὗτος ἐστι Σχεδίος ὁμώνυμος τῷ ἐν καὶ ἀμφότεροι ὑφ’ Ἕκτορος ἀνῄρηνται. ἀλλ’ ἐκεινος μεν Ἰφίτου πατρός οὗτος δὲ Περιμήδους . ἡ δὲ ἀναφορὰ προς τὰ περι Πυλαιμενοῦς ⁑
Comments on 15.515
msA 15.148: Πουλυδάμας δ’ Ὧτον Κυλληνιον . ὅτι οὐκ ἀπο Κυλλήνης τοῦ ἐν Ἀρκαδίᾳ ὄρους. ἀλλ ἐπὶνειόν ἐστιν Ἠλείων Κυλλήνη : ἀρχὸς γὰρ Ἐπειῶν οὗτοι δέ εἰσιν Ἠλεiοι ⁑
Comments on 15.518
msA 15.149: τόφρα δὲ τῷ ἐπόρουσε Δύλοψ , ὅτι οὕτος Τρωϊκὸς Δόλοψ Λάμπου υς τοῦ αδελφοῦ Πριαμου ὁμωνύμος τῷ ἐν τῇ Δόλοπι καὶ Δόλοπα Κλυτίδην καὶ Ὀφέλτιον ⁑
Comments on 15.525
previous | next |
---|---|
msA 200v | msA 201v |