Venetus A (Marciana 454 = 822), folio 203, recto

previousnext
msA 202vmsA 203v

Iliad text (25 lines)


Iliad 15.602: θησέμεναι Τρώων . Δαναοῖσι δὲ κῦδος ὀρέξεαι:


Iliad 15.603: τὰ, φρονέων. νήεσσιν ἐπι γλαφυρῇσιν ἔγειρεν


Iliad 15.604: Ἕκτορα Πριαμίδην . μάλα περ μεμαῶτα καὶ αὐτόν:


Iliad 15.605: μαίνετο δ’ ὡς ὅτ’ Ἄρης ἐγχέσπαλος ἠ ὀλοὸν πῦρ


Iliad 15.606: ούρεσι μαίνηται, βαθέης ἐν τάρφεσιν ὕλης:

Commented on by msA 15.161


Iliad 15.607: ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ, ὄσσε

Commented on by msA 15.162


Iliad 15.608: λαμπέσθην βλοσυρῇσιν ὑπ’ ὀφρυσιν, ἀμφὶ δὲ πήληξ


Iliad 15.609: σμερδαλέον κροτάφοισι τινάσσετο. μαρναμένοιο


Iliad 15.610: Ἕκτορος , αὐτὸς γὰρ οἱ, ἀπ’ αἰθέρος ῆεν ἀμύντωρ


Iliad 15.611: Ζεὺς . ὅς μιν πλεόνεσσι μετ’ ἀνδράσι μοῦνον ἐόντα


Iliad 15.612: τίμα καὶ κύδαινε, μινυνθάδιος γὰρ ἔμελλεν:


Iliad 15.613: ἔσσεσθ’, ήδη γάρ οἱ ἐπώρνυε μόρσιμον ἦμαρ


Iliad 15.614: Παλλὰς Ἀθηναίη ὑπο Πηλείδαο βίηφι


Iliad 15.615: καί ῥ’ ἔθελε ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων.


Iliad 15.616: ᾗ δὴ, πλεῖστον ὅμιλον ὅρα καὶ τεύχε’ ἄριστα.


Iliad 15.617: ἂλλ’ οὐδ’ ὡς δύνατο ῥῆξαι μάλα περ μενεαίνων:


Iliad 15.618: ἴσχον γὰρ πυργηδὸν ἀρηρότες ἠΰτε πέτρη


Iliad 15.619: ἠλίβατος μεγάλη. πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα:

Commented on by msA 15.164


Iliad 15.620: ἥ τε, μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα:


Iliad 15.621: κύματά τε τροφέοντα τά τε προσερεύγεται αὐτὴν:

Commented on by msAint 15.45


Iliad 15.622: ὡς Δαναοὶ Τρῶας μένον ἔμπεδον. οὐδεφέβοντο:

Commented on by msA 15.165


Iliad 15.623: αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορ’ ὁμίλῳ:


Iliad 15.624: ἐν δ’ έπεσ’, ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι


Iliad 15.625: λάβρον. ὑπαὶ νεφέων ἀνεμοτρεφὲς, ἣ δέ τε πᾶσα

Commented on by msA 15.166


Iliad 15.626: ἄχνῃ ὑπεκρύφθη: ἀνὲμοιο δὲ δεινὸς ἀήτη

Commented on by msAint 15.46, msA 15.168


Other texts (11 passages)


Scholia group: msAint

msAint 15.45: ουτ αὐτήν μετα τοῦ η Ἀριστ τὴν πέτραν ⁑

Comments on 15.621


msAint 15.46: Ζηνοδ χωρὶς τοῦ ϊ άχνη ⁑

Comments on 15.626


Scholia group: msAil

msAil 15.32: ειν

Comments on 15.602@ὀρέξεαι


Scholia group: msA

msA 15.161: τάρφεσιν⁚ ὡς βέλεσιν οἱ πλείους. καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα οὐ γάρ ἐστιν ἐπιθετικόν ὡς ἀξιοῖ Τυραννίων : ὁ μέντοι Ἀριστοφανης εκεῖνο φησιν: ὅτι ἐὰν μὲν τοῖς δάσεσιν ὡς βέλεσι τάρφεσιν : ἐαν δὲ τὸ ἐπιθετικόν ταρφέσιν ὡς ὀξέσιν ⁑

Comments on 15.606


msA 15.162: ἀφλοισμός: ὀξυτόνως ἀναγνωστέον: τα γὰρ εἰς μὸς λήγοντ ὑπερ δύο συλλαβὰς ἔχοντ προ τοῦ μ τὸ σ ὀξύνεσθαι θέλει: μερισμός, ὀπλισμός. ενιοι δὲ αὐτὸ οἱ μὲν παρα τὸ αφρισμός μεταβολῆς γενομένης τοῦ ρ εἰς τὸ λ καὶ πλεονάσαντος τοῦ ο . οἱ δὲ παρὰ τὸ φλέω , καὶ φλύω φλοισμός καὶ ἀφλοισμός : ἐν πλεονασμῷ τοῦ α : διὸ οὐδε ὄντως ὁ Τυραννίων προπαροξυ ⁑

Comments on 15.607


msA 15.163: Ἕκτορος αὐτὸς γάρ οἱ: ἀθετοῦνται στίχοι ε ἐπιστάμεθα γὰρ ὅτι περι Έκτορός ἐστιν ὁ λόγος τὴν ἔνθουν ορμὴν τοῦ Εκτορος ταυτ παρεριειρμένα ἐκλύει συναπτόμενα γοὖν τὰ γνήσια τὴν δεινότητα σώζει: καὶ Κυκλικῶς ταυτολογεῖται προ εἴρηται γὰρ τὰ φρονέων νήεσσιν ἐπι γλαφυρῇσιν ἔγειρεν Ἕκτορα Πριαμίδην : πρός τι οὖν παλιλλογεῖται Ἕκτορος αὐτος γάρ οἱ ἀπ’ αἰθέρος ῆεν ἀμύντωρ ⁑

Comments on 15.610-15.614


msA 15.164: ἠλίβατος μεγα ⁑ ψιλῶς ἀπο γὰρ τοῦ ἀλιτεῖν ἐσχημάτισται: καὶ ὤφειλεν όμοιον εῖναι τῷ ἡλιτόμηνος συγκοπ δὲ ἔπαθεν διδάσκει δὲ καὶ τὸ τῆς συναλιφῆς ὅτι ψιλουτ τὸν μέτ’ ἠλίβατος πέτρη , οἱ μέντοι δασύνοντες ἐτυμολογοῦσι παρα τὸν ☉ τὴν ηλιω βατὴν ουσαν μόνῳ: οὐκ επείσθη δὲ ἡ παραδο ὡς πρόδηλον ἐγένετο ἐκ τῆς συναλιφῆς ⁑

Comments on 15.619


msA 15.165: ὡς Δαναοὶ Τρῶας μόνον⁚ ὅτι ἔν τισι γράφεται. ἑξ αλός ὡς Δαναοὶ , αίρεται δὲ τὸ κινοῦν τὴν ἔμφασιν τῆς ἐμμόνου στάσεως: μένον γὰρ ἔμπεδον φησίν ὡς πέτρα: ἐν ερη ῥυία τῷ πεδίῳ ⁑

Comments on 15.622


msA 15.166: ἀνεμοστρεφὲς, ὑπο ἀνέμου ηὐξημένον ὑψηλόν: ὅταν δὲ τὸ Αγαμεμνονος ἀνεμοτρεφὲς φησιν ὥσπερ ἐν τῇ Λ ἀντι τοῦ ἰσχυρον : τὰ γὰρ ὑπευδια καὶ κατασκιαζόμενα τῶν δένδρων εὐγενῆμεν καὶ λεῖον τὸν ὄρπηκα ποιεῖ ἀσθενεῖ δὲ καὶ μαλακὸν καὶ ἀγύμναστον ἀναδίδωσιν: οἷς δὲ προς πίπτει τραχὺς ἀήρ καὶ ἀνεμώδης ταῦτα ταῖς τῶν πνευμάτων τριβόμενα πληγαῖς. εὔτονον, καὶ δύσθραυστον ἔχει τὴν στερρότητ ὡς φησὶ Πλούταρχος ἐν Μελέταις Ὁμηρικαῖς ⁑

Comments on 15.625


msA 15.167: ἡ δέ τε πᾶσα ἄχνη ὑπεκρύφθη⁚ ἡ ναῦς δήλονότι ὑπο τῆς ἀχνης ἐσκεπάσθη ἄχνη δὲ τὸ ἀφρωδες ⁑

Comments on 15.625-15.626


msA 15.168: ἄχνη ὑπεκρύφθη ἀνέμοιο δὲ δεινὸς αητ ⁚ ὅτι ἀρσενικῶς δεινὸς ἀήτη, ἀλλ’ ου δεινή, ὡς κλυτὸς Ἱπποδάμεια : ἕνιοι δὲ ἀγνοοῦντες ποιοῦσι δεινὸς ἀήτης ἀλλ’ ου δεῖ γράφειν οὕτως ⁑

Comments on 15.626


previousnext
msA 202vmsA 203v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1