Venetus A (Marciana 454 = 822), folio 203, verso
previous | next |
---|---|
msA 203r | msA 204r |
Iliad text (25 lines)
Iliad 15.627: ἱστίῳ ἐμβρέμεται: τρομέουσι δέ τε φρένα, ναῦται
Iliad 15.628: δειδιότες, τυτθὸν γὰρ ὑπεκ θανάτοιο φέρονται:
Commented on by msA 15.169
Iliad 15.629: ὡς ἐδαΐζετο θυμὸς ἐνι στήθεσσιν Ἀχαιῶν :
Iliad 15.630: αὐτὰρ ὅ γ’ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθῶν :
Iliad 15.631: αἵ ῥά τ’ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται
Commented on by msAim 15.68
Iliad 15.632: μυρίαι: ἐν δέ τε τῇσι, νομεὺς. οὔ πω σάφα εἰδὼς
Iliad 15.633: θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφι φονῇσιν:
Commented on by msA 15.170
Iliad 15.634: ἤτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν
Commented on by msAint 15.47, msA 15.171
Iliad 15.635: αἰὲν ομοστιχάει: ὃ δέ τ’ ἐν μέσσῃσιν ὀρούσας
Iliad 15.636: βοῦν έδει: αἱ δέ τε πᾶσαι ὑπέτρεσαν. ὡς τότ’ Ἀχαιοὶ
Iliad 15.637: θεσπεσίως ἐφόβηθεν ὑφ’ Ἕκτορι . καὶ Διὶ̈ πατρὶ
Iliad 15.638: πάντες: ὁ δ’ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην :
Iliad 15.639: Κοπρῆος φίλον υἱὸν, ὃς Εὐρυσθῆος ἄνακτος
Commented on by msAint 15.48, msA 15.172, msAext 15.20
Iliad 15.640: ἀγγελίης οίχνεσκε βίῃ Ἡρακληείῃ :
Commented on by msA 15.173
Iliad 15.641: τοῦ γένετ’ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
Iliad 15.642: παντοίας ἀρετὰς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι.
Iliad 15.643: καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο:
Iliad 15.644: ὅς ρα τόθ’ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε:
Iliad 15.645: στρεφθεὶς γὰρ. μετ’ όπισθεν. ἐν ἀσπίδος ἄντυγι πᾶλτο :
Commented on by msA 15.174, msAim 15.69
Iliad 15.646: τὴν αὐτὸς φορέεσκε ποδηνεκὲς ἔρκος ἀκόντων:
Commented on by msAint 15.49
Iliad 15.647: τῇ ὅ γ’ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος. ἀμφὶ δὲ πήληξ
Iliad 15.648: σμερδαλέον κονάβησε περι κροτάφοισι πεσόντος:
Iliad 15.649: Ἕκτωρ δ’ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη:
Iliad 15.650: στήθεϊ δ’ ἐν δόρυ πῆξε. φίλων δέ μιν ἐγγὺς ἑταίρων
Iliad 15.651: κτεῖν’. οἱ δ̀’ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
Commented on by msA 15.175
Other texts (13 passages)
Scholia group: msAext
msAext 15.20: ἀέθλων
Comments on 15.639
Scholia group: msAint
msAint 15.47: ὁ και αντ η ,
Comments on 15.634
msAint 15.48: Εὐρυσθὴος αέθλων ⁑
Comments on 15.639
msAint 15.49: οτ ἀνδρομήκεις αἱ ασπίδες ⁑
Comments on 15.646
Scholia group: msAim
msAim 15.68: δασυντέον ἀπο τῆς ἕσεως τῶν ὑδατων ⁑
Comments on 15.631
msAim 15.69: τὸ μετόπισθε βέλτιον τοῖς ἑξῆς συνάπτειν ⁑
Comments on 15.645
Scholia group: msA
msA 15.169: τυτθὸν γὰρ ὑπεκ θανάτοιο φέρονται⁚ βραχὺ γάρ ἐστι τὸ διεῖργον αὐτοὺς τοῦ θανάτου διάστημα ὅ εστι παρ ολίγον θνήσκουσιν: τὸ τυχὸν γὰρ ἀπέχουσι τοῦ θανάτου: πρῶτος δὲ εἶπεν τὸ Ἀναχάρσιδος τοῦ Σκύθου ὡς ἐρώμενος τινὰ τῶν ναυτῶν πόσον ἀπεχομεν τοῦ ὕδατος καὶ μαθῶν ὡς τέσσαρας δακτύλους τοσοῦτον φησὶ καὶ τοῦ θανάτου ⁑
Comments on 15.628
msA 15.170: ἕλικος βοὸς ἀμφι φονῃσι: περι ἀνηρημένης βοός ἠ ἀπο τοῦ μη άναιρεθῆναι ἕλικος δὲ ἤτοι μελαίνης ἠελικοειδῆ τὰ κέρατα ἐχούσης. ἠ τῆς ἐν ἔλει τεθραμμένης⁚
Comments on 15.633
msA 15.171: ἥτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσι, ἐν πρώταις καὶ ὑστάταις , ὁ δὲ καὶ σύνδεσμος, ἀντι τοῦ ἠ κεῖται διαζευκτικοῦ ὅπερ ἄμεινον ἵν’ ᾖ ταῖς πρώταις καὶ ὑστάταις ⁑
Comments on 15.634
msA 15.172: Κόπρηος φίλον υἱὸν: οὗτος ὁ Κοπρεὺς ἦν κῆρυξ Eὐρθσθέως τοῦ τῶν Ἀργείων βασιλέως ὃς τὰς παρὰ Εὐρυσθεώς ἐντολὰς, ἔλεγε τῷ Ἡρακλεῖ τῶν ἄθλῶν ἕνεκα ἔξωθε τῆς πο μένοντι. δεδοικὼς γὰρ ἀυτὸν οὐκ εἰα ἔνδον εἰσελθεῖν ⁑
Comments on 15.639
msA 15.173: αγγελίης οἴχνεσκε ὅτι Ζηνοδοτ γράφει ἀγγελίην γίνεται δὲ τὸ οἴχνεσκε κρεμάμενον. καὶ νῦν δὲ ἀγγελιης , ἀντι τοῦ ἄγγελος⁑
Comments on 15.640
msA 15.174: στρεφθεὶς γὰρ μετόπισθ ἐν ἀσπιδος ἄντυγι πάλτο: κατ ἐνια τῶν ἀντιγράφων: χωρὶς τοῦ π ἆλτο διχῶς δὲ τὸ στρεφθεὶς δια τοῦ α καὶ δια τοῦ ε ⁑
Comments on 15.645
msA 15.175: κτεῖν’, οἱ δ’ οὐκ εδύναντο⁚ ὅτι ἐλλειπ ἡ περί περι ἑταίρου Ἑλλανικος δὲ Αἰολικῶς νομίζει τὴν περι περ εἰρῆσθαι⁑
Comments on 15.651
previous | next |
---|---|
msA 203r | msA 204r |