Venetus A (Marciana 454 = 822), folio 204, recto
previous | next |
---|---|
msA 203v | msA 204v |
Iliad text (25 lines)
Iliad 15.652: χραισμεῖν: αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον:
Iliad 15.653: εἰσωποὶ δ’ ἐγένοντο, νεῶν. περὶ δ’ έσχεθον ἄκραι
Commented on by msA 15.176
Iliad 15.654: νῆες ὅσαι πρῶται εἰρύατο: τοὶ δ’ ἐπέχυντο:
Iliad 15.655: Ἀργεῖοι δὲ, νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
Iliad 15.656: τῶν πρωτέων. αὐτοὶ δὲ παρὰ κλισίῃσιν ἔμειναν
Commented on by msAint 15.50
Iliad 15.657: αθρόοι: οὐδὲ κέδασθεν ἀναστρατὸν: ἴ̈σχε γὰρ αἰδὼς
Iliad 15.658: καὶ δέος: ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι:
Iliad 15.659: Νέστωρ αὖτε μάλιστα Γερήνιος οῦρος Ἀχαιῶν
Iliad 15.660: λίσσεθ’ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον:
Commented on by msA 15.177
Iliad 15.661: ὦ φίλοι. ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθ’ ἐνι θυμῷ
Iliad 15.662: ἄλλων ἀνθρώπων. ἐπὶ δὲ μνήσασθε ἕκαστος
Iliad 15.663: παίδων, ἠδ’ ἀλόχων. καὶ κτήσιος. ἠδὲ τοκήων:
Iliad 15.664: ἠμὲν ὅτεῳ ζώουσι. καὶ ᾧ κατατεθνήκασι:
Iliad 15.665: τῶν ὕπερ ἐνθάδ’ ἐγὼ γουνάζομαι οὐ παρεόντων
Commented on by msAint 15.51
Iliad 15.666: ἐστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθαι φόβον δὲ:
Commented on by msA 15.178
Iliad 15.667: ὡς εἰπὼν, ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου:
Iliad 15.668: τοῖσι δ’ ἀπ’ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
Commented on by msA 15.179
Iliad 15.669: θεσπέσιον. μάλα δέ σφι φόως γένετ’ ἀμφοτέρωθεν:
Commented on by msA 15.180
Iliad 15.670: ἠμὲν προς νηῶν. καὶ ὁμοιΐου πτολέμοιο:
Iliad 15.671: Ἕκτορα δὲ ἐφράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους
Iliad 15.672: ἠμὲν ὅσοι μετ’ όπισθεν ἀφέστασαν οὐδ’ ἐμάχοντο:
Iliad 15.673: ἠδ’ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν:
Commented on by msAim 15.70
Iliad 15.674: οὐδ ἂρ ἔτ’ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
Iliad 15.675: ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν :
Iliad 15.676: ἂλλ’ ὅ γε νηῶν ΐκρι’ ἐπῴχετο, μακρὰ βιβάσθων:
Commented on by msA 15.181, msA 15.182
Other texts (10 passages)
Scholia group: msAint
msAint 15.50: γράφεται πρώτων καὶ προτέρων καὶ πρωτέων ,
Comments on 15.656
msAint 15.51: αναστρεπτεον τὴν προθεσιν ⁑
Comments on 15.665
Scholia group: msAim
msAim 15.70: οτ όμοιον τῷ δαιτην δαινυμένους ⁑
Comments on 15.673
Scholia group: msA
msA 15.176: εἰσωποὶ δ’ ἐγένοντο νεῶν ⁚ ἐν όψει τὰς ναῦς ἔπλεπον ὅ ἐστιν εἰσῆλθον εἰσ αὐτὰς καὶ ὑπο τὴν στέγην αὐτῶν ἐγένοντο ⁑
Comments on 15.653
msA 15.177: λίσσεθ’ ὑπερ τοκέων ⁚ τὸ ὑπερ τοκέων ἑκατέροις δύναται προσδίδοσθαι: ἄλλως δὲ ἀμφίβολον τὸ λεγόμενον, ἤτοι γὰρ ὡς λέγομεν προς Διὸς , ἠ ὄπ ερ ἂν παρόντες ἐποίουν οἱ γονεῖς ὅπερ μᾶλλον εἰκός ἐπιφέρει γὰρ τὸ ὕπερ ἐνθάδ’ εγὼ γουνοζόμαι ⁑
Comments on 15.660
msA 15.178: ἐστάμεναι κρατερῶς, προς τὸ ἀκατάλληλον τῆς φράσεως ἔδει γὰρ μη τρωπᾶσθε δὲ : καὶ ὅτι φόβον δὲ εἰς φυγήν ⁚ τοῦτο καὶ καθ εαυτὸ δύναται ἀντι προστακτικοῦ καὶ γὰρ τὸ ἑξῆς τοιοῦτο ⁑
Comments on 15.666
msA 15.179: τοῖσι δ’ ἀπ’ oφθαλμῶν⁚ ἀπo τούτου ἕως τοῦ ἡδ’ ὅσσοι παρα νηυσὶν , ἀθετοῦνται στίχοι ϝ , ὅτι οὐ προσυνδίσταται ἀχλύς ἀλλὰ συνεχῶς μάχονται νῦν δὲ φησὶν Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους πρότερον δὲ οὐ καθεώρων ὅτε ἔλεγεν τῶ δε μιῆς περι νηὸς ἔχον πόνον : καὶ ὅτε παρεκάλει αὐτούς ἀλλα μάχεσθ’ ἐπι νηυσὶν ἀολλέες : πῶς δὲ καὶ ἔφυγον σκότους ὄντος, ἥ τε Ἀθηνᾶ οὐ πάρεστι δια τὴν τοῦ Διὸς ἀπειλήν ⁑
Comments on 15.668
msA 15.180: θεσπέσιον, τοῦτο, ἐὰν μὲν τοῖς ἄνω νέμη τις. ἔσται θεσπέσιον νέφος , ἐὰν δὲ τοῖς εξῆς θεσπέσιον φῶς ⁑
Comments on 15.669
msA 15.181: ΐκρια: ὡς δέμνια ἔστι γὰρ ῥηματικὸν ὡς ἐν ετέροις εἴρηται: ΐκρια : οἱ μὲν τὰ καταστρώματα: οἱ δὲ τὰ κατα πρῶραν, καὶ πρύμναν ὡς σανιδώματα. ἡ τὰ ἐξέχοντα ἄκρα ἠ τὰς καταγωγάς ⁑
Comments on 15.676
msA 15.182: μακρὰ βιβάσθων⁚ βαρυτονητέον: γέγονε δὲ ἤτοι ὡς φησὶ Φιλόξενος κατα πλεονασμὸν τοῦ σ . ἠ ὅπερ καὶ βέλτιον παρὰ τὸ βιβαστὸς βιβάσθω ὡς καὶ ἀϊστὸς κατ οξεῖαν τάσιν ἀΐσθων ὅ δ’ ἔβραχε θυμὸν ἀΐσθων ⁑
Comments on 15.676
previous | next |
---|---|
msA 203v | msA 204v |