Venetus A (Marciana 454 = 822), folio 204, verso

previousnext
msA 204rmsA 205r

Iliad text (25 lines)


Iliad 15.677: νώμα δὲ ξυστὸν μέγα, ναύμαχον ἐν παλάμῃσι


Iliad 15.678: κολλητὸν βλήτροισι. δύω καὶ εἰκοσίπηχυ:

Commented on by msA 15.183


Iliad 15.679: ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι κελητίζειν εὖ εἰδὼς.

Commented on by msA 15.184


Iliad 15.680: ὅς τ’ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους.


Iliad 15.681: σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται

Commented on by msAint 15.52, msAim 15.71


Iliad 15.682: λαοφόρον καθ’ ὁδόν. πολέες τέ. ἑ. θηήσαντο


Iliad 15.683: ἀνέρες ἠδὲ γυναῖκες. ὁ δ’ ἔμπεδον ἀσφαλὲς αἰεὶ


Iliad 15.684: θρῴσκων ἄλλοτ’ ἐπ’ ἄλλον ἀμείβεται, οἱ δὲ πέτονται.


Iliad 15.685: ὡς Αἴας ἐπὶ πολλὰ θοάων ΐκρια νηῶν


Iliad 15.686: φοίτᾱ μακρὰ βιβάς. φωνὴ δέ οἱ αἰθέρ’ ΐκανεν:

Commented on by msAim 15.72


Iliad 15.687: αἰεὶ δὲ σμερδνὸν βοόων, Δαναοῖσι κέλευε


Iliad 15.688: νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν: οὐδέ μεν Ἕκτωρ


Iliad 15.689: μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων:


Iliad 15.690: ἂλλ’ ὥς τ’ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων


Iliad 15.691: ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων:

Commented on by msA 15.185


Iliad 15.692: χηνῶν. ἢ γεράνων. ἢ κύκνων δουλιχοδείρων:


Iliad 15.693: ὡς Ἕκτωρ ΐθυσε; νεὸς κυανοπρῴροιο


Iliad 15.694: ἀντίος ἀΐσσων, τὸν δὲ Ζεὺς ὦρσεν ὄπισθε

Commented on by msAint 15.53, msAext 15.21, msAext 15.22, msAim 15.73


Iliad 15.695: χειρὶ μάλα μεγάλῃ. ὄτρυνε δὲ λαὸν ἅμ’ αὐτῷ:


Iliad 15.696: αὖτις δὲ δριμεῖᾰ μάχη παρὰ νηυσὶν ἐτύχθη:


Iliad 15.697: φαίης κ’ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν

Commented on by msAim 15.74


Iliad 15.698: ἄντεσθ’ ἐν πολέμῳ: ὡς ἐσσυμένως ἐμάχοντο:

Commented on by msA 15.186


Iliad 15.699: τοῖσι δὲ μαρναμένοισιν ὅδ’ ἦν, νόος: ἤτοι Ἀχαιοὶ


Iliad 15.700: οὐκ ἔφασαν φεύξεσθαι ὑπεκ κακοῦ: ἂλλ’ ὀλέεσθαι.


Iliad 15.701: Τρωσὶν δ’ ήλπετο θυμὸς ἐνι στήθεσσιν ἑκάστου.


Other texts (14 passages)


Scholia group: msAext

msAext 15.21: αϊξας

Comments on 15.694


msAext 15.22: ῶσεν ὄπισθ

Comments on 15.694


Scholia group: msAint

msAint 15.52: ἱππεύηται

Comments on 15.681


msAint 15.53: Ἀρίσταρχ ὡσέν όπισθ τ χωρὶς τοῦ ρ καὶ ἀντιος διὰ τοῦ ς

Comments on 15.694


Scholia group: msAil

msAil 15.34: ἱππεύειν

Comments on 15.679@ἵπποισι


msAil 15.35: μεταβαίνει

Comments on 15.684@ἀμείβεται


Scholia group: msAim

msAim 15.71: γράφεται διώκῃ

Comments on 15.681


msAim 15.72: γράφεται βιβῶν

Comments on 15.686


msAim 15.73: γράφεται ἀΐξας

Comments on 15.694


msAim 15.74: οτ ὡς προς τινα διαλέγεται οὐκ έστι δὲ ἀλλ’ ἔστι φαὶη τίς ἂν ⁚

Comments on 15.697


Scholia group: msA

msA 15.183: κολλητὸν βλήτροισι δύω καὶ εἰκοσί πηχυ ⁚ τὸ μὲν βλῆτρον βαρυτονητέον: ἐπεὶ πάντα τὰ εἰς τρον λήγοντα μονογενῆ οὐδέτερα βαρύνεται σεσημειωμένου τοῦ λουτρον τὸ δε δύο καὶ εἰκοσί πηχυ ὑφ ἕν ἀναγνωστέον, τοὺς γὰρ ἀριθμοὺς οὕτω προφέρει. δια δε τοῦ ἰ ὼς εἰκοσινήριτα ⁚ τινὲς δὲ καὶ κατα παράθεσιν ὡς τὸ „ τρις και δέκατος “ καὶ τὸ θηλυκὸν τρις και δεκάτη ⁑

Comments on 15.678


msA 15.184: ὡς δ’ ὅτ’ ἀνὴρ ἵπποισι, ὅτι κέλητα αὐτὸς μὲν οἷδε χρωμένους δὲ τοὺς ἥρωας οὐ συνίστησι, το δε κελητίζειν κέλητι ἱππεύειν καὶ ἐν ἀμφ’ ἑνὶ δούρατι βαῖνε κέληθ’ ὡς ἵππον ἐλαύνων : παράγωγον δέ ἔστι τὸ ῥῆμα παρα τὴν κέλητος γενικὴν ἀντι γὰρ τοῦ ἱππεύειν κακῶς οὖν ὅσοι διαστέλλουσι καὶ γαρ ἐλέγχονται ἐκ τῆς τοῦ τ μόνης ἐνότητος

Comments on 15.679


msA 15.185: βοσκομενάων, εἰ αρσενικῶς ἔλεγοντο οἱ κύκνοι, πάντως ἂν ἐπεκράτησε: καὶ τὰς γεράνους γάρ φησι καὶ τὰς χῆνας ⁑

Comments on 15.691


msA 15.186: ἄντεσθ’ ἐν πολέμῳ, Tυραννίων παροξύνει ὡς λαβέσθαι πυθέσθαι ἐκδεχόμενος μέσον δεύτερον ἀόριστον οὐχ ὑγιῶς σημαίνει γὰρ παρατατικὸν καὶ ἔστιν τὸ ῥῆμα παρ’ αὐτῷ καὶ βαρυνόμενον, τὸ γὰρ ἤντησ’ οὐδὲ ἴδον καὶ ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέρος ἀπο περισπωμένου κέκλιται τὸ δὲ ὡς ὰν τίς σε συναντόμενος , ὡς ἁπτόμενος καὶ ἤντετο γάρ τοι Φοῖβος ὡς ἥπτετο ὁμολογεῖ τὴν βαρεῖαν τάσιν οἷς ἀκόλουθον καὶ τὸ ἄντεσθαι: στικτέον δὲ ἐπι τῷ πολέμῳ καὶ τὸ ἑξῆς καθ αυτὸ μᾶλλον γὰρ ἐμφαίνει τὸ ἀσύνδετον ⁑

Comments on 15.698


previousnext
msA 204rmsA 205r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1