Venetus A (Marciana 454 = 822), folio 205, recto
previous | next |
---|---|
msA 204v | msA 205v |
Iliad text (25 lines)
Iliad 15.702: νῆας ἐνιπρήσειν. κτενέειν δ’ ἥρωας Ἀχαιούς :
Iliad 15.703: οἱ μὲν, τὰ, φρονέοντες ἐφέστασαν ἀλλήλοισιν:
Iliad 15.704: Ἕκτωρ δὲ πρύμνης νεὸς ἥψατο ποντοπόροιο
Iliad 15.705: καλῆς. ὠκυάλου. ἣ Πρωτεσίλαον ἔνεικεν
Commented on by msAint 15.54, msA 15.187, msA 15.188, msAext 15.23
Iliad 15.706: ἐς Τροίην . οὐδ’ αῦτις ἀπήγαγε πατρίδα γαῖαν:
Iliad 15.707: τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε
Iliad 15.708: δῄουν ἀλλήλους αὐτοσχεδὸν. οὐδ’ άρα τοί γε
Iliad 15.709: τόξων ἀϊκὰς ἀμφὶς, μένον. οὐδ έτ’ ἀκόντων.
Commented on by msA 15.190
Iliad 15.710: ἂλλ’ οἵ γ’ ἐγγύθεν ἱ̈στάμενοι. ἕνα θυμὸν ἔχοντες:
Iliad 15.711: ὀξέσι δὴ πελέκεσσι καὶ ἀξί̄νῃσι μάχοντο.
Iliad 15.712: καὶ ξίφεσιν μεγάλοισι. καὶ ἔγχεσιν ἀμφιγύοισι:
Iliad 15.713: πολλὰ δὲ φάσγανα καλὰ. μελάνδετα: κωπήεντα:
Commented on by msA 15.200
Iliad 15.714: ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον: ἄλλα δ’ ἀπ’ ὤμων
Commented on by msAint 15.55
Iliad 15.715: ἀνδρῶν μαρναμένων. ῥέε δ’ αἵματι γαῖα μέλαινα:
Iliad 15.716: Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν. οὐχι μεθΐει:
Commented on by msAim 15.75
Iliad 15.717: ἄφλαστον μετα χερσὶν ἔχων. Τρωσὶν δὲ κέλευεν:
Commented on by msA 15.191
Iliad 15.718: οἴσετε πῦρ. ἅμα δ’ αὐτοὶ ἀολλέες ώρνυτ’ ἀϋτήν:
Commented on by msA 15.192
Iliad 15.719: νῦν ἥμιν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε
Iliad 15.720: νῆας ἑλεῖν. αἳ δεῦρο θεῶν ἀἕκητι μολοῦσαι.
Iliad 15.721: ἡμῖν πήματα πολλὰ θέσαν κακότητι γερόντων:
Iliad 15.722: οἵ μ’ ἐθέλοντα μάχεσθαι ἐπὶ πρύμνῃσι. νέεσσιν.
Commented on by msAint 15.56
Iliad 15.723: αὐτόν τ’ ἰ̈σχανάασκον. ἐρητύοντό τε λαόν:
Iliad 15.724: ἂλλ’ εἰ δή ῥα, τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς
Iliad 15.725: ἡμετέρας. νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει:
Commented on by msA 15.194
Iliad 15.726: ὡς ἔφαθ’. οἱ δ’ ἄρα μᾶλλον ἐπ’ Ἀργείοισιν ὄρουσαν:
Other texts (14 passages)
Scholia group: msAext
msAext 15.23: τοιουτ καλουτο ταλαυρινον ⁑
Comments on 15.705
Scholia group: msAint
msAint 15.54: σημ
Comments on 15.705
msAint 15.55: ουτ δια τοῦ ο πέσον ⁑
Comments on 15.714
msAint 15.56: οτ δεῖ κατ τὸ τέλειον προφέρεσθ ἐθέλοντα ⁑
Comments on 15.722
Scholia group: msAim
msAim 15.75: οτ Ζηνοδ γράφει οὐκ εμεθίει ⁑
Comments on 15.716
Scholia group: msA
msA 15.187: ‡ καλῆς ὠκυάλου⁚ ἐψίλωσαν τὸ α παραγωγὴν εδεξαμενοι καὶ οὐ σύνθεσιν καὶ οὕτως ἡ παράδοσις ἐπείσθη, καὶ τάχα ἐπεὶ μηδὲν ἄλλο ἢ τὸ ωκὺ ἐκ τῆς λέξεως σημαίνεται: ἡ δὲ ἁλός γενικὴ ἐν τῆ συνθέσει ἐπι μὲν κυρίων ψιλὸν ἀποφέρεται τὸ πνα Εὐρύαλος Ἀμφίαλος Ἀστυαλος ἐπὶ δὲ ἐπιθετικῶν τὸ ἴδιον τηρεῖ πνα : πολλαὶ ἐν αμφιάλῳ Ἰ̈θάκῃ , „ ἀγχίαλον τ’ Ἀντρῶνα “ ὑφ’ ἁλος, ὥστε καὶ κατα τοῦτο ἐλέγχεται τὸ ὠκύαλος ψιλούμενον ⁑
Comments on 15.705
msA 15.188: σχο : επιθετικὸν γὰρ ὂν δασύνεσθαι ὤφειλεν, ἀλλα τοῦτο εἰ σύνθετον ἦν ἐγένετο ἄν νῦν δέ ὡς ἐν τοῖς ἄνω εἶπεν παραγωγὴν ἔλαβεν τῆς ἁλὸς κατα παρολκὴν κειμένης. Διονύσιος δὲ ὁ Αλικαρνασσεύς ἐν τετάρτῳ Ἀττικῶν ὀνομάτων οὕτως ἔφη: Φίλιππος μὲν τῆς μέσης δασυνομένης τὸ προσηγορικὸν οὕτως γὰρ καὶ ἐν Τηρεῖ Σοφοκλέους , ἀναγινωσκομεν Ἤλιε φιλίπποις Θριξὶ πρέσβιστον σέλας : Φίλιππος δὲ ψιλῶς ὁ Μακεδών : καὶ ὠκύ ἁλος μὲν δασέως ἡ ναῦς: ψιλῶς δὲ ὁ ἀνήρ : ὧρτο μὲν Ἄκρονεως τὲ καὶ Ὠκύαλος ἐναντίως δὲ ὁ Ἡρῳδιανος ⁑
Comments on 15.705
msA 15.189: καὶ ξίφεσιν μεγάλοισι, ἀθετεῖται ὅτι εὐτελὴς ὁ στίχος καὶ ἰδιώτης τῆς μάχης οὐ σώζεται: ξίφεσι μὲν γὰρ καὶ ἔγχεσι πάντοτε μάχονται, νῦν δὲ πελέκεσι καὶ ἀξίναις ὁ δὲ Διονύσιος . πῶς οὖν ἐπιφέρει πολλὰ δὲ φάσγανα ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον εἰ μὴ εἶχον ξίφη ⁑
Comments on 15.712-15.714
msA 15.190: τόξων ἀϊκας, ὡς παλλακὰς καὶ ἐγένετο παρα τὸ ἀΐσσω ἀϊκή ὡς φυλάσσω φυλακή ὑλάσσω ὑλακή . ἔστι μέντοι καὶ ἑτέρα εὐθεῖα ἡ ἄϊξ ἥτις ἐν συνθέσει ἐστὶ καὶ παρ αυτῷ πολυάϊξ γυῖα δ’ ἔθηκ’ εν καὶ πολυάϊκος πολέμοιο καὶ „ κορυθάϊκι πολεμιστῇ . καὶ δῆλον ὅτι εἰ παρὰ ταύτην τὴν ἄϊξ εὐθείαν τὴν πληθυντικὴν αἰτιατικὴν σχηματίζοιμεν ὀφείλομεν κατα συστολὴν ἀναγινώσκειν ὅπερ οὐχ οὕτως ἔχει δῆλον γὰρ ἐκ τοῦ μέτρου: χρὴ μέντοι ἐκεῖνο ἐπιστῆσαι ὡς τὰ εἰς κῆληγοντ ὑπερ δύο συλλαβὰς τῷ ϊ παραληγόμενα φιλεῖ βαρύνεσθαι ὡς ἔχει τὸ ἑλίκη ἐρίκη . μυρίκη Φοινίκη τὸ μέντοι ἀϊκή ὀξυτονήθη, ἴσως ὅτι ῥηματικὸν ὑπῆρχε τῶν ἄλλων οὐχ οὕτως ἐχόντων ⁑
Comments on 15.709
msA 15.200: πολλὰ δὲ φάσγανα καλὰ⁚ ὅτι οὐ χρομένων τοῖς ξίφεσι προς μάχην χαμάδις ἔπιπτον ἀλλα τῶν ώμων κοπτομένων τοῖς πελέκεσι: καὶ τῶν καρπῶν σὺν τοῖς ξίφεσιν ⁑
Comments on 15.713
msA 15.191: ἄφλαστον⁚ τὸ λεγόμενον ἀκροστόλιον τῆς νεὼς πρύμνης εἴρηται δὲ κατ αντίφρασιν εὔθλαστον γὰρ ὑπαρχ ⁑
Comments on 15.717
msA 15.192: οἴσετε πῦρ⁚ ὅτι οἴσετε ἀντι τοῦ φέρετε οὐ γὰρ τὸν μέλλοντα δηλοῖ τὸ οἴσετε . ἀλλ ἀπο τοῦ οἶσε ο ἐστιν ἀνάλογον τὸ φέρε ⁑
Comments on 15.718
msA 15.193: νῦν ἥμιν πάντων: νῦν ἀντι τοῦ πάντων τῶν τολμηθέντων εἰς ἡμᾶς ἀξίαν ἀμοιβήν παρέσχεν ἡμῖν ὁ Ζεὺς προς τὸ ἑλεῖν τὰς ναῦς ⁑
Comments on 15.719-15.720
msA 15.194: νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει, βαρυτόνως ἀναγνωστέον καὶ ὡς ἀπο περισπωμένου δείκνυται τινὰ ἔχων κινήματα. ὥσπερ ἐπὶ τοῦ καὶ δε τόδ’ ἠνώγεον εἰπεῖν ἔπος , οὐκ αναγκαῖον ξενίζειν τὴν ἀνάγνωσιν καὶ περισπᾶν κλίνεται γὰρ καὶ ὡς βαρύτονον ὥσπερ ἐπι τοῦ ὅς ποτ’ ἐνι Τρώων ἀγορὴν Μενέλαον ἄνωγεν : πρόδηλον κακ τῶν προστακτικῶν ἀνώγετον . ἀνωγέτω : ἄνωχθι δέ μεϊ γαμέεσθαι δι ὃ καὶ βαρυτόνως ἀναγνωστέον ⁑
Comments on 15.725
previous | next |
---|---|
msA 204v | msA 205v |