Venetus A (Marciana 454 = 822), folio 205, verso
previous | next |
---|---|
msA 205r | msA 206r |
Iliad text (20 lines)
Iliad 15.727: Αἴας δ’ οὐκέτ’ ἔμιμνε: βιάζετο γὰρ βελέεσσιν:
Iliad 15.728: ἂλλ’ ἀνεχάζετο τυτθὸν, ὀϊόμενος θανέεσθαι.
Iliad 15.729: θρῆνυν ἐφ’ ἑπταπόδην: λί̆πε δ’ ΐκρια νηὸς ἐΐσης.
Commented on by msA 15.195
Iliad 15.730: ἔνθ’ ὰρ’ ὅ γ’ ἑστήκει δεδοκημένος. ἔγχεϊ δ’ αἰεὶ
Commented on by msA 15.196
Iliad 15.731: Τρῶας ἄμυνε, νεῶν. ὅς τις φέροι ἀκάματον πῦρ:
Iliad 15.732: αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευεν:
Iliad 15.733: ὦ φίλοι. ἥρωες. Δαναοὶ θεράποντες Ἄρηος .
Iliad 15.734: ἀνέρες ἔστε φίλοι. μνήσασθε δὲ θούριδος ἀλκῆς:
Iliad 15.735: ἠέ τινας φαμὲν εἶναι ἀοσσητῆρας ὀπίσσω.
Commented on by msA 15.197
Iliad 15.736: ἠέτι. τεῖχος ἄρειον. ὅ κ’ ἀνδράσι λοιγὸν ἀμῦναι.
Iliad 15.737: οὐ μέν τις. σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα.
Commented on by msAext 15.24, msAim 15.76
Iliad 15.738: ᾗ κ’ ἀπαμυναίμεσθ’ , ἑτεραλκέα δῆμον ἔχοντες:
Iliad 15.739: ἂλλ’ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων
Commented on by msAim 15.77
Iliad 15.740: πόντῳ κεκλιμένοι. ἑκὰς, ήμεθα πατρίδος αἴης:
Iliad 15.741: τῶ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.
Commented on by msA 15.198, msA 15.199, msAim 15.78
Iliad 15.742: ῇ καὶ μαιμώων ἔφεπ’ ἔγχεϊ ὀξυόεντι:
Iliad 15.743: ὅς τις δὲ Τρώων , κοίλῃς ἐπὶ νηυσὶ φέροιτο
Iliad 15.744: σὺν πυρὶ κηλείῳ χάριν Ἕκτορος ὀτρύναντος.
Commented on by msAext 15.25, msAim 15.79
Iliad 15.745: τὸν δ’ Αἴας ούτασκε δεδεγμένος ἔγχεϊ μακρῷ:
Iliad 15.746: δώδεκα δὲ προπάροιθε, νεῶν αὐτοσχεδὸν οῦτα ⁑
Other texts (13 passages)
Scholia group: msAext
msAext 15.24: ου μὲν τι,
Comments on 15.737
msAext 15.25: οτρυνοντος
Comments on 15.744
Scholia group: msAint
msAint 15.57: τὸ ἑξῆς ἀνεχατίζετο τυτθόν θρῆνυν ἐφεπταπόδην , ουτ οὖν διορθοτ ⁑
Comments on 15.728-15.729
Scholia group: msAil
msAil 15.36: αντ τοῦ ἑτέραν αλκήν :
Comments on 15.738@ἑτεραλκέα
Scholia group: msAim
msAim 15.76: ου μέν τις χω τοῦ σ Ἀριστ ⁑
Comments on 15.737
msAim 15.77: ἐν ἄλλῳ Τρώων ὁμάδω ⁑
Comments on 15.739
msAim 15.78: ουτ Ἀρισταρχ σὺν τῷ ϊ μειλιχίῃ ⁑
Comments on 15.741
msAim 15.79: το κήλειν θέλγειν εστ καὶ τέρπειν ⁑
Comments on 15.744
Scholia group: msA
msA 15.195: ‡ θρῆνυν⁚ ὑποπόδιον. θρῆνυν δὲ βέλτιον καλεῖσθαι ὑπο Ὁμήρου τὰς καθέδρας τῶν ἐρετῶν: ἀναχωρῶν γὰρ ἀπο τῆς νεῶς κατα τῶν στρωμάτων ἐπι ταύτας ἀφικνεῖται: τινὲς δὲ τόπον τῆς νεὼς βάσιν ἔχοντα ἐφ οὗ τὸν κυβερνήτην τοὺς πόδας τιθέναι ὃ καὶ ἐδωλιον φασίν ἄλλοι δὲ τὴν ὑποδεχομενην τὸν ἱστὸν τράπεζαν εἶπον: οἱ δὲ διαβάθραν ἀπο νεὸς εἰς νῆα ⁑
Comments on 15.729
msA 15.196: ἔνθ ὰρ ὅ γ’ ἐστήκει, ὅτι παθητικῶς δεδοκημένως ἀντὶ τοῦ δοκεύων ἐπιτηρῶν ὡς ῥάβδῳ πεπληγυῖα ⁑
Comments on 15.730
msA 15.197: ἦέ τινας φαμέν εἶναι⁚ τὸ φαμὲν ἐντελές ἐστι καὶ ἐνεστῶτα χρόνον σημαίνει διὸ τὰς δύο συλλαβὰς βαρυτονητέον: εἰ μέντοι παρατατικὸς γίνοιτο. δῆλον ὅτι ἀποβολὴν χρόνου τοῦ κατ ἀρχὴν πάσχει καὶ ἐπὶ τὴν φα συλλαβὴν ἡ ὀξεῖα τάσις ἔσται: ὅμοιον ὡς τὸ ἔφαμεν εντελεῖ ὥσπερ ἐπ εκείνου φαμὲν δέ οἱ οὐ τελέεσθαι ὅπερ οὐκ επιζητεῖ νῦν ἡ διάνοια ⁑
Comments on 15.735
msA 15.198: τῶ ἐν χερσὶ φόως: Ἀρίσταρχος κατα δοτικὴν ἔγραφεν συνάπτων δηλονότι ὅλον τὸν στίχον ἔσται δὲ ουτ τὸ ἑξῆς τῶ ἐν χερσίν οὐ μειλιχίχιῃ τελος πολέμοιο οἶον ἐν τῷ δόρατι οὐκ εν προσηνεία οὐδ’ ἐν ἀργίᾳ κεῖται ἡ τοῦ πολέμου σωτηρία: Διονύσιος δὲ ὁ Θρᾷξ κατ ευθεῖαν πτῶσιν ᾧ ἀκόλουθόν ἐστι στίζειν ἐπι τὸ φόως τελείᾳ στιγμὴ καὶ ἔσται καθε αὑτὸ ἑκάτερον ἡμιστίχιον: ὁ δε λόγος. διόπερ ἐν χερσὶν ἡ σρια , προσήνειᾳ δὲ οὐκ έστι πολέμου ⁑
Comments on 15.741
msA 15.199: οὐ μειλιχίῃ, σὺν τῷ ϊ τὸ μειλιχίῃ τὸ γὰρ λεγόμενον τοιοῦτο, διὸ τὸ τοῦ πολέμου φῶς ἡμῖν ἐν ταῖς χερσὶν οὐκ εν τῇ μειλιχίᾳ ἁπαντήσει ⁑
Comments on 15.741
previous | next |
---|---|
msA 205r | msA 206r |