Venetus A (Marciana 454 = 822), folio 206, recto
previous | next |
---|---|
msA 205v | msA 206v |
Iliad text (25 lines)
Iliad 16.1: ὡς οἱ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο:
Commented on by msA 16.A1
Iliad 16.2: Πάτροκλος δ’ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν
Iliad 16.3: δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος.
Commented on by msA 16.A2
Iliad 16.4: ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.
Commented on by msA 16.A3
Iliad 16.5: τὸν δὲ ἰ+δὼν ὠίκτιρε ποδάρκης δῖος ἀχιλλεύς .
Iliad 16.6: καί μιν φωνήσας. ἔπεα πτερόεντα προσηύδα.
Iliad 16.7: τίπτε δεδάκρυσαι πατρόκλεις , ἠΰτε κούρη
Iliad 16.8: νηπίη. ἥ θ’ ἅμα μητρὶ θέουσ’ ἀνελέσθαι ἀνώγει
Iliad 16.9: ἑιανοῦ ἁπτομένη, καί τ’ ἐσσυμένην κατερύκει
Commented on by msAint 16.A1
Iliad 16.10: δακρυόεσσα δέ μιν ποτιδέρκεται ὄφρ’ ἀνέληται:
Commented on by msAim 16.A1
Iliad 16.11: τῆι ΐκελος Πάτροκλε τέρεν κατα δάκρυον εἴβεις.
Iliad 16.12: ἠέ τι μυρμιδόνεσσι πιφαύσκεαι ἢ ἐμοὶ αὐτῶι
Iliad 16.13: ῆέ τιν’ ἀγγελίην Φθίης ἒξέέλευς οἶος.
Commented on by msA 16.A4
Iliad 16.14: ζώειν μὰν ἔτι φασὶ Μενοίτιον . ἄκτορος υἱόν.
Commented on by msA 16.A5
Iliad 16.15: ζώει δ’ αἰακίδης πηλεὺς μετὰ μυρμιδόνεσσι:
Iliad 16.16: τῶν κε μάλ’ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.
Commented on by msAint 16.A3
Iliad 16.17: ἦε σύ γ’ ἀργείων ὀλοφύρεαι ὡς ὀλέκονται
Commented on by msAext 16.A1, msAim 16.A2
Iliad 16.18: νηυσὶν ἐπι γλαφυρῆισιν. ὑπερβασίης ἕνεκα σφῆς.
Iliad 16.19: ἐξαύδα, μὴ κεῦθε νόωι. να εἴδομεν ἄμφω:
Iliad 16.20: τὸν δὲ βαρὺ. στενάχων προσέφης πατρόκλεες ἱππεῦ.
Commented on by msAint 16.A4
Iliad 16.21: ὦ ἀχιλεῦ , πηλῆος υἱὲ μέγα φέρτατ’ ἀχαιῶν
Iliad 16.22: μὴ νεμέσα. τοῖον γὰρ ἄχος βεβίηκεν ἀχαιούς :
Iliad 16.23: οἱ μὲν γὰρ δὴ πάντες ὅσοι πάρος ἦσαν ἄριστοι.
Iliad 16.24: ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.
Commented on by msAint 16.A5, msA 16.A6
Iliad 16.25: βέβληται, μὲν ὁ τυδείδης κρατερὸς Διομήδης .
Commented on by msAint 16.A6, msA 16.A7
Other texts (17 passages)
Scholia group: msA
msA 16.A1: ὥς οι μὲν περι νηὸς ἐϋσσέλμοιο σέλμα ἐστι τὸ μεταξὺ τῶν σανιδωμάτων ὃ σελὶς καλεῖται καὶ καθέδρα τοῦ ἐρεστού ἐστι: σέλμα εὔσελμος ὡσσῶμα εὔσωμος γέγονεν δὲ παρα τὸ σέλλω ὅ σημαίνει τὸ ἁρμῶ. καὶ σελμὸς ὁ μεθ ορμῆς ῥιπτούμενος λίθος ⁑
Comments on 16.1
msA 16.A2: μελάνυδρος βαθεῖα σκοτεινή. τοῦ γὰρ μελαίμεσθαι αἴτιον τὸ βάθος. τὰ δὲ ἐχ επιπολλῆς ὕδατα λευκα καθ ὅτι πλέον ταῖς τοῦ ηλίου ἀκτῗσι καταυγάζεται ⁑
Comments on 16.3
msA 16.A3: ἀιγίλιπος ὑψηλῆς. ἧς καὶ αῖγες ἀπολιμπάνονται δια τὸ ὔψος ἐλοφρὰ δὲ ἔχουσι καὶ νευρόδη τὰ σκέλη αἶγες. ὁι δὲ τῆς μηδὲν φυοίσης κατ ἀργείους . ὃ γὰρ ἀποτρώγει αἲξ: ἀσπορον ἀυτὸ ποιεῖ οὶ δὲ καθύγρου καὶ λιπαινούσης τὰς αἶγάς ⁑
Comments on 16.4
msA 16.A4: ῆέ τινα’ γγελίην τὴν πρόθεσιν χωριστέον ἀπο τοῦ ἔκλυες . βραχὺ μέντοι παντελῶς τὸ διάστημα ὡσ κακεῖ ὑπερώ, ϊον εἰσ ἀναβᾶσα μαχης εξ απονέεσθαι⁑
Comments on 16.13
msA 16.A5: ζώειν μὰν ἔτι φασὶ Αἰακος διὸς καὶ Ἀγήνης γείμας Ἐνδηΐδα τὴν Χείρονος θυγατέρα ἔσχε δύο παίδας Πηλέα καὶ Τελαμῶνα : μιγεὶς δὲ καὶ Ψαμάθῃ τῇ Νηρηΐδι. γεννᾶ Φῷκον . τοῦτον Πηλεὺς ἀποκτεινας ἔφυγεν εἰς Μαγνησίαν τῆς Θεσσαλίας προς Χείρονα : Τελαμὼν καὶ ἐν τῷ λόχῳ τοῦ Καλυδωνίου συὸς ἀνελὼν ἀκουσίως, καὶ ἀυτὸς ἔνα τῶν κυνηγούντων ἔφυγεν εἰς Σαλαμῖνα καὶ γήμας Ἡερίβοιαν τὴν Ἀλκάθου , ἐγέννησεν Αἴαντα : Μενοίτιος δὲ ἀποικήσας εἰς Ὀποῦντα Πάτροκλον , ἐτέκνωσεν ὁ δε ἀποκτείνας καὶ αὐτὸς αὐκουσίως Ἀμφιδάμαντος παῖδα Κλεισώνυμον ἔπεμπε προς Πηλέα τὸν Χείρονος θεῖον ὃς αὐτὸν μετα Ἀχιλλέως ἐθρεψεν, ἡ ἱστορία παρα Φιλοστεφάνῳ ⁑
Comments on 16.14
msA 16.A6: ἐν νηυσὶ κέαται προς τὴν σύλληψιν, οἱ μὲν γὰρ βεβλημένοι ῆσαν, οἱ δὲ οὐτασμένοι ⁑
Comments on 16.24
msA 16.A7: βέβληται μὲν ὁ Τυδείδης, ἀντι τοῦ ἐκ βολῆς τέτρωται: ἐζήτηται δὲ πῶς Πάτροκλος περι Μαχάονος μηδὲν εἰπὼν. καταλόγον ποιεῖται τῶν τετρωμένων: καὶ ῥητέον: ὡς βεβαιοὶ τὴν Ἀχιλλέως πρόληψιν ἵνα ἐλεῶν κινήσει παραλιπεῖν ὡς ἐλάττονα: λεγει δὲ περι ῶν μᾶλλον, ἠγωνία ⁑
Comments on 16.25
Scholia group: msAim
msAim 16.A1: Ζηνοδ δακρυόσσα δέ μιν προσδέρκεται .
Comments on 16.10
msAim 16.A2: οτ ἐλλειπ ἡ περί περὶ Ἀργείων ⁑
Comments on 16.17
Scholia group: msAil
msAil 16.A1: αντ σημαίνεις
Comments on 16.12@πιφαύσκεαι
Scholia group: msAint
msAint 16.A1: οτ ἑανὸς καὶ πέπλος τὸ ἔνδυμα ⁑
Comments on 16.9
msAint 16.A2: πάντες περιεσπάσθησαν οἱ συν κατ λόγον τῶν ερωτηματικῶν ⁑
Comments on 16.12-16.13
msAint 16.A3: δια τοῦ η τεθνῃώτων αἱ Ἀρισταρχ
Comments on 16.16
msAint 16.A4: πρὸς τὴν τοῦ λόγου αποστροφήν ⁑
Comments on 16.20
msAint 16.A5: ὡς ἱ+στάμε προ προείρητ δὲ:
Comments on 16.24
msAint 16.A6: Ἀριστοφ έξω τοῦ άρθρου βέβλητ μὲν Τυδείδης ⁑
Comments on 16.25
Scholia group: msAext
msAext 16.A1: ἠὲ αυ’
Comments on 16.17
previous | next |
---|---|
msA 205v | msA 206v |