Venetus A (Marciana 454 = 822), folio 206, verso

previousnext
msA 206rmsA 207r

Iliad text (25 lines)


Iliad 16.26: οὔτασται δ’ ὀδυσεὺς δουρὶκλυτὸς ἠδ’ ἀγαμέμνων :


Iliad 16.27: βέβληται δὲ καὶ εὐρύπυλος κατὰ μηρὸν ὀϊστῶι:


Iliad 16.28: τοὺς μέν τ’ ἰ+ητροὶ πολυφάρμακοι ἀμφιπένονται

Commented on by msA 16.B1


Iliad 16.29: ἕλκε’ ἀκειάμενοι , σὺ δ’ ἀμήχανος ἔπλευ ἀχιλλεῦ .

Commented on by msA 16.B2


Iliad 16.30: μὴ ἐμέ γ’ οὖν οῦτός γε λάβοι χόλος ὃν σὺ φυλάσσεις.

Commented on by msA 16.B3


Iliad 16.31: αἰναρέτη. τί, σευ, ἄλλος ὀνήσεται ὀψίγονός περ,

Commented on by msA 16.B4


Iliad 16.32: αἴ κε μὴ ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνηις:


Iliad 16.33: νηλεές. οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα πηλεὺς


Iliad 16.34: οὐδὲ θέτις μήτηρ. γλαυκὴ δέ σ’ ἔτικτε θάλασσα:

Commented on by msA 16.B6


Iliad 16.35: πέτραι τ’ ἠλίβατοι: ὅτι τοι νόος ἐστιν ἀπηνής:


Iliad 16.36: εἰ δέ τινα φρεσὶ. σῆισι θεοπροπίην ἀλεείνεις,


Iliad 16.37: καί τινά τοι παρ ζηνὸς ἐπέφραδε πότνια μηρ .

Commented on by msA 16.B7


Iliad 16.38: ἂλλ’ ἐμέ περ πρόες ὦχ’. ἃμα δ’ ἄλλον λαὸν όπασσον


Iliad 16.39: μυρμιδόνων. ἤν πού τι φόως δαναοῖσι γένωμαι.


Iliad 16.40: δὸς δέ μοι ὤμοιϊν τὰ σὰ τεύχεα θωρηχθῆναι


Iliad 16.41: αἴ κ έμε σοὶ ἴ+σκοντες ἀπόσχωνται πολέμοιο

Commented on by msA 16.B8, msA 16.B9


Iliad 16.42: τρῶες . ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες ἀχαιῶν


Iliad 16.43: τειρόμενοι. ὀλίγη δέ τ’ ἀνάπνευσις πολεμοιο:


Iliad 16.44: ῥεῖα δέ κ’ ἀκμῆτες, κεκμηότας ἄνδρας. ἀϋτῆι

Commented on by msA 16.B10


Iliad 16.45: ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων:


Iliad 16.46: ὡς φάτο λισσόμενος, μέγα νήπιος. ῆ γὰρ ἔμελλεν:

Commented on by msA 16.B11, msA 16.B12


Iliad 16.47: οἷ αὐτῶι θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι:

Commented on by msA 16.B5


Iliad 16.48: τὸν δὲ μέγ’ ὀχθήσας προσέφη πόδας ὠκὺς ἀχιλλεύς :


Iliad 16.49: ὤ μοι διογενὲς πατρόκλεις οἷον ἔειπες:


Iliad 16.50: οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα:


Other texts (16 passages)


Scholia group: msA

msA 16.B1: τοὺς μέν τ’ ϊητροὶ ὅτι οὐ μόνοι ὁι περι μαχάονα καὶ ποδαλείροιν συνεπεπλέκεισαν ἱ+ατροὶ, ἀλλὰ καὶ ἄλλοι πλείονες ⁑

Comments on 16.28


msA 16.B2: ἔλκε ακειάμενοι σὺ δ’ ἀμήχανος ὅτι νῦν ἀμήχανος προς ὃν οὐκ έστι μηχανήσασθαι, οὐκ αυτὸς μη δυνάμος μηχανήσασθαι ⁑

Comments on 16.29


msA 16.B3: μὴ ἐμέ γ’ οὖν οὐτοί γε χόλος ὅτι ὁ χόλος ἀντιμετείληπται ὡς ἰσοδυναμῶν τῇ μήνιδι ⁑

Comments on 16.30


msA 16.B4: αἰναρέτη τίς σευ ἄλλος ὅτι γράφουσιν αἴν’ ἀρετῆς καὶ ἐκφέρουσι κατα τὸ περισπώμενον. ἵν’ ᾖ πρότερον αἰνέ. εἶτα προσ τὰ κάτω ἀρετῆς τί σευ ἀλλός ονήσεται, πιθανώτερ δὲ συνθετώς αἰναρέτη ἐπι κακῶ τὴν ἀρετὴν ἔχων ⁑

Comments on 16.31


msA 16.B5: καὶ κῆρα λιτέσθαι: ὁ ἀσκαλωνίτης ἀξιοῖ ομοίως τῷ λίστεσθαι ἐπὶ ἐνεστῶτος χρόνου ἀπο οριστικοῦ τοῦ λίτομαι ἐισὶ δὲ οἱ παροξύνοισιν ὁμοίως τῷ λαβέσθαι. ἐγὼ δ’ ἐπαινῶ τὸν ἀσκαλωνίτην προπαροξύνοντα ἐπι ἔνεστῶτος, τοῦτο γάρ ἐστι καὶ τὸ δηλούμενον, ἔμελλε γὰρ αὐτῷ θάνατον λίσσεσθαι δοκεῖ δέ μοι ἡ πλείων παράδοσις παροξύνειν οὐκ απιθάνως ὅνπερ γαρ τρόπον ἐν ετέροις διαλαμβάνων περι τοῦ μεταλλῆσαι καὶ ἐρέσθαι ἀξιούντων πάντων τῷ έρεσθαι. ὁμοίως τῷ πυθέσθαι ἐπειδήπερ μέσος δεύτερος ἀόριστος ἐστιν ἀπεφηνάμην ὡς ἡ παράδοσις τρίτην ἀπο τέλους ἐποίησε τὴν οξείαν οὐ τῷ σημαινομένω πεισθεῖσα, ἀλλα τῷ χαρακτῆρι τῆς φωνῆς ἐπεὶ τὰ τοιαῦτα τῶν ἀπαρεμφάτων προπαρωξύνετο ὄντα ἐνεστῶτος, οἶον φέρεσθαι δέρεσθαι: καὶ εῖχε τὴν ρε συλλαβὴν προ τέλους τῆς ἀρχούσης συλλαβῆς εἰσ τὸ ε ληγούσης. ούτως καὶ τὸ ἔρεσθαι ἀναδεξάμενον τὰυτα χαρακτηρα προπαρωξύνετο οὐ τῷ λόγῳ τοῦ ἀορίστου, τῇ δε ὁμοιότητι τῆς φωνῆς τὸν αὐτὸν τρόπον καὶ ἐπι τοῦ προκειμένου ὀφείλει γὰρ τὸ λιτέσθαι προπαροξύνεσθαι τοῦτο γὰρ αιτεῖ καὶ τὸ νοητὸν καὶ σχηματισμός παρα τὸ λίτομαι ἀλλ’ επεὶ τὰ εἰσ σθαι ἀπα ρέμφατα τῷ ε παραληγόμενα οὐκ οὔντα ἀπο τῶν εἰς μι ἔχοντα ἐν τῇ τρίτη ἀπο τέλους συλλαβῆν τὸ ἴ συνεσταλμένον μὴ ἐπιφερομενῶν αὐτῷ μήτε δύο συμφώνων μήτε διπλου παρωξύνετο ὥσπερ ἔχει τὸ λιπέσθαι πιθέσθαι ἰδέσθαι ἰκέσθαι οὕτως καὶ τὸ λιτέσθαι παρώξυνεν ἡ παράδοσις οὐ τῷ λόγῳ τοῦ ἐνεστῶτος πεισθεῖσα τῷ δε τοῦ χαρακτῆρος, παρεκτέταται τὸ κεφάλαιον τῷ ἡρῳδιανῷ ⁑

Comments on 16.47


msA 16.B6: οὐδε θέτις μήτηρ γλαυκὴ δὲ ὅτι νῦν ἅπαξ τὴν θάλασσαν ἐπιθετικῶς γλαυκὴν εἶπεν τοῦτο δε φησι δια το τῆς θαλάσσης ἐπικίνδυνον καὶ ἀνηλεὲς καὶ τῶν πετρῶν τὸ σκηρὸν : ὀ δὲ ἡσίοδος καὶ χω τοῦ θάλασσα φησι καί τοις οι γλαυκὴν δυσπέμφελον ⁑

Comments on 16.34


msA 16.B7: εἰ δέ τινα φρεσὶ σῇσι, θετίς καταναγκασθεῖσα ὑπο διὸς πηλεῖ γαμηθῆναι, τὰ γεννὼμενα παιδία εἰς πῦρ ἔβαλλε, νομίζουσα τὰς θνητὰς τῷ πυρὶ σάρκας καταφλέξειν: τὸ δὲ αθάνατα διαφυλάξειν οὕτως ἓξ παῖδας διέφθειρεν. ἕβδομον δὲ γενόμενον ἀχιλλέα , ὁμοίως εἰ τὸ πῦρ ἔβαλλεν. θεασάμενος δὲ πηλεὺς ἀφήρπασε τὸν παίδα καὶ ενεγκὼν εἰ τὸ πήλιον όρος τρέφειν παρέδωκε χείρονι: ὁ δὲ λεόντων καὶ ἄρκων μυελοῖς τρέφων ἐκάλεσεν ἀχιλλέα , διδαξας δὲ τὴν ϊατρικὴν τεχνῶν καὶ λυρικὴν καὶ μουσικὴν, ἀπέδωκε τῷ πατρὶ. ἀγανακτήσασα δὲ θέτις καὶ καταλιποῦσα τὸν πηλέα ἐχωρίσθη εἰς θάλασσαν. στρατευομένῳ δὲ ἐπι ἴλιον τῷ αχιλλεῖ προεῖπεν ὅτι πολεμῶν μὲν τρωσι ζωὴν ολιγοχρόνιον κτήσεται. πλείστην δὲ τὴν δόξαν: ἀπεχόμενος δὲ τῆς μαχῆς ἄδοξον μὲν βίον πολυχρόνιον δὲ διάξει, ἃ μαθὼν ὁ ἀχιλλεὺς δόξαν αἰόνιον ζωῆς προσαίρου προκρίνας ἐπεστράτευσεν. ἡ ϊστορία παρα λυκόφρονι ⁑

Comments on 16.37


msA 16.B8: αἴ κ έμε σοὶ ἵ+σκοντες ὅτι τὸ ΐσκοντες, ἀνάλογόν ἐστι τῷ κατα διαίρεσιν ἐΐσκοντες ὁμοιοῦντες ἔϊκτο δὲ θέσκελον αὐτῷ ἡ δὲ ἀναφορ πρός τοὺς ἀπεκδεξαμένους τὸ ἴσκεν ψεύδεα πολλὰ λέγων ἐτύμοισιν τὸ γὰρ ΐσκεν ὑπολαμβάνουσι κεῖσθαι ἀντι τοῦ ἔλεγεν οὐκ ορθῶς ⁑

Comments on 16.41


msA 16.B9: ἴσκοντες ἀπόσχωνται: ἀσκαλωνίτῆς , κατα ἀφαίρεσιν φησὶν εῖναι τοῦ ε τὸ ΐσκοντες, Ἀρίσταρχος δὲ ἐκτεταμένως ἀναγινώσκει παρὰ τῷ ἐΐσκω ἐκδεξάμενος: ἄμεινον δὲ ἡ τοῦ πτολεμαίου ἀναγνωσις, πρὸ γὰρ τῆς δια τοῦ σκω παραγωγῆς σπάνιόν ἐστι δίφθογγον εὑρεθῆναι ὅτι μη τὴν αῦ , ταύτη οὖν μοι δοκεῖ ἀπο τοῦ ἴδω. εῖναι ὁ μέλλων εἴσω: καὶ ἅμα τῆ ἐπενθέσει τοῦ κ ἐΐσκω γεγενῆσθαι κατα τὴν διαίρεσιν. ἵνα μὴ δίφθογγος γένηται οὕτος οὖν καὶ τὸ ΐσκοντες ὀφείλομεν κατα ἀποβολήν τοῦ ε ἀναγινώσκειν οὖ γὰρ μέτρον κωλύει ⁑

Comments on 16.41


msA 16.B10: ἀκμῆτες: ὡς ἀδμῆτες καὶ καθόλου ὅσα παρακείμενον συντέθειται ὀνόματα εἰς ης λήγοντα ὧν τὸ τέλος μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος μετα δύο συμφώνων ὀξύνεται οἶον ἰθυτρης μία συλλαβὴ ἐπι τέλους ἀπο παρακειμένου καὶ δυο σύμφωνα προ τοῦ η λεμοτμής, ἀβλαβής, προβλής οὔτως ἀκμής ⁑

Comments on 16.44


msA 16.B11: ὠς φάτο λισσόμενος, ἡ διπλῆ ὅτι καὶ νῦν τὸ ἔμελλεν σαφῶς οὐκ επι χρόνου οὐ γὰρ ἔμελλε λιτανεύσειν ἀλλ’ ἐλιτάνευσσεν ὅτι ἡ ἀντι τοῦ ἐώκει. καὶ ὅτι διαμέσου ἀναπεφώνηται τὸ ῆ γὰρ ἔμελλεν οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι ὡς καὶ ἐν : οὐδ’ ἔνθα πεφυγμένος ῆεν ἀέθλων καὶ μετα οῖσι φίλοισιν : ⁑

Comments on 16.46


msA 16.B12: ἡ μεν συνήθεια: ἀνεπιτηδεύτως συνάπτει ἄχει τοῦ μεγά νήπιος: τάχα δ’ ἀν μείζων γένοιτο ἡ ἔμφασις εἰ καθ εαυτὸ λέγοιτο τὸ μεγά νήπιος ⁑

Comments on 16.46


Scholia group: msAim

msAim 16.B1: τοῦτο καθ εαυτὸ προενεκτέον μᾶλλον γαρ ἐμφαίνει τὸν σχεταιαζοντα

Comments on 16.31


msAim 16.B2: οἱ αστερίσκοι ὅτι υπ νέστορος οὐκ ορθῶς λέγονται

Comments on 16.44-16.45


msAim 16.B3: ἀρισταρχος εἴ τίνα οἰδα δια τοῦ εῖ

Comments on 16.50


Scholia group: msAil

msAil 16.B1: ϊκετένειν

Comments on 16.47@λιτέσθαι


previousnext
msA 206rmsA 207r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1