Venetus A (Marciana 454 = 822), folio 207, recto
previous | next |
---|---|
msA 206v | msA 207v |
Iliad text (25 lines)
Iliad 16.51: οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδὲ πότνια μηρ .
Iliad 16.52: ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει.
Iliad 16.53: ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι.
Iliad 16.54: καὶ γέρας ὰψ, ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ:
Iliad 16.55: αἰνὸν ἄχος τό μοι ἐστιν ἐπεὶ πάθον ἄλγεα θυμῷ:
Iliad 16.56: κούρην: ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν :
Iliad 16.57: δουρὶ δ’ ἐμῷ κτεάτισσα, πόλιν εὐτείχεα πέρσας.
Iliad 16.58: τὴν ὰψ, ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων
Iliad 16.59: Ἀτρείδης , ὡς εἴ τιν’ ἀτίμητον μετανάστην:
Iliad 16.60: ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν. οὐδ’ άρα πως ἦν
Commented on by msAint 16.C1
Iliad 16.61: ἀσπερχὲς κεχολῶσθαι ἐνι φρεσίν: ἤτοι ἔφην γε
Commented on by msAint 16.C2, msAint 16.C3
Iliad 16.62: οὐ πρὶν μηνιθμὸν καταπαυσέμεν: ἀλλ’ ὁπότ ἀν δὴ
Iliad 16.63: νῆας ἐμὰς ἀφίκηται ἀϋτή τε πτόλεμός τε:
Iliad 16.64: τύνη δ’ ὤμοιϊν μὲν ἐμὰ κλυτὰ τεύχεα δῦθι:
Iliad 16.65: ἄρχε δὲ Μυρμιδόνεσσι φιλοπτολέμοισι μάχεσθαι.
Iliad 16.66: εἰ δὴ κυάνεον Τρώων νέφος ἀμφιβέβηκε
Iliad 16.67: νηυσὶν ἐπικρατέως, οἱ δὲ ῥηγμῖνι θαλάσσης
Iliad 16.68: κεκλίαται: χώρης ὀλίγην ἔτι μοῖραν ἔχοντες
Commented on by msAint 16.C4
Iliad 16.69: Ἀργεῖοι . Τρώων δὲ πόλις ἐπὶ πᾶσα βέβηκε
Commented on by msA 16.C8
Iliad 16.70: θάρσυνος. οὐ γὰρ ἐμῆς κόρυθος λεύσουσι μέτωπον
Iliad 16.71: ἐγγύθι λαμπομένης: τάχα κεν φεύγοντες ἐναύλους
Iliad 16.72: πλήσειαν νεκύων: εἴ μοι κρείων Ἀγαμέμνων
Iliad 16.73: ήπια εἰδείη: νῦν δὲ στρατὸν ἀμφιμάχονται:
Iliad 16.74: οὐ γὰρ Τυδείεω Διομήδεος ἐν παλάμῃσι
Commented on by msAint 16.C5
Iliad 16.75: μαίνεται ἐγχείη. Δαναῶν ἀπὸ λοιγὸν ἀμῦναι:
Other texts (17 passages)
Scholia group: msA
msA 16.C1: ‡ ὁππότε δὴ τῶν ὁμοῖων : τὸ δίστιχον τοῦτο ἢ τοῖς ἄνω προσδοτέον ἵνα τὸ προβεβήκει στίζωμεν, ἠ τοῖς ἐξῆς. ἵνα τὸ μὲν ἱ+κάνει στίζωμεν τὸ δε προβεβήκει ὑποστίζωμεν ⁑
Comments on 16.53-16.54
msA 16.C2: κούρην ἣν ἄρα μοι γέρας, ταῦτα ἀπ’ άλλης ἀρχῆς παραδιηγεῖται γὰρ τὰ γεγονότ , ὑποστικτέον δὲ ἐπι τὸ Ἀχαιῶν καὶ πέρσας ⁑
Comments on 16.56-16.57
msA 16.C3: δουρὶ δ’ εμῶ κτεάτισσα: ἡ διπλῆ ὅτι ἰδίως καὶ παρα τὴν ἡμετέραν συνήθειαν κτεάτισσα κατα τὸ ἐνεργητικὸν ἀντι τοῦ ἐκτησάμην , καὶ ἐν πολλὰ κτεατίσσας , ἀντι τοῦ κτησάμενος ⁑
Comments on 16.57
msA 16.C4: ἡ τετριμμέ ἀνάγνωσις προπαροξύνει τὸ εὐτείχεα τοῦ λόγου ἀξιοῦντος παροξύνειν εἴ γε τὸ εὐτειχής ὀφείλει ὀξύνεσθαι: τὰ γὰρ παρ ουδέτερα δισύλλαβα εἰς ος λήγοντα μὴ τῷ η παραληγόμενα, συντιθέμενα εἰς ης λήγοντα ἀρσενι ὀνόματα ὀξύνεται ἐπιθετικὰ ὄντα, εἶδος εὐεοδής βάθος ἀγχιβαθὴς δὲ θάλασσα , τὸ η παρῃτησάμην δια τὸ μὴ εὐμήκης, τὴν δισυλλαβίαν, δια τὸ εὐμεγέθης , τῶν παρα τὸ ἔτος ὑπεξαιρουμένων ὅτριχας γὰρ οἱ ἐτέας ἀνέγνωμεν μόνως οὖν εὐτειχής καὶ εὐτειχέα . δευτέρω λόγω ὅσοις κυρίοις εἰς ης λήγουσι βαρυτόνοις συνθέτοις παράκειται ἐπιθετικα ὀξυνόμενα, Διογένης αὐτὰρ ὁ διογενής , Πολυνίκης ἀλλα πολυνικὴς δι Ελενα Παγκράτης ἄ δε παγκράτης ἀλήθεια , Εὐρυσθένης : ὁ πλοῦτος εὐρυσθενής . εἰ δεῖ ἐστιν Εὐτείχης ὄνομα κν , παρὰ Ἀλκμᾶνι , ὀξύνεται τὸ ἐπιθετικόν: πόθεν οὖν ἡ τετριμμένη βαρεῖα τάσις δώσωμεν ἀφορμήν:
Comments on 16.57
msA 16.C5: τὰ εἰς ος λήγοντα οὐδετέρα συντιθέμενα ἀπ ευθείας συντίθεται: ξίφος ἄξιφος μόνον τὸ τεῖχος , καὶ ἀπο γενικῆς τείχεος εὐτείχεος , ἀφ οὗ τὸ δώσει π Τροΐην εὐτείχεον ἐξαλαπάξαι , μεταπλασμὸς εὐτείχεα , ὡς πυργοκέρατον πυργοκέρατα πάθος παρέλαβενος ἵνα βοηθήσω τῇ τετριμμένη τάσει⁑
Comments on 16.57
msA 16.C6: ἄρχε δὲ Μυρμιδόνεσσι, ἀναγκαῖαι αἱ διαστολαί μάχεσθαι ἐπικρατέως Ἀργεῖοι , στικτέον δὲ ἐπι τὸ θάρσυνος ⁑
Comments on 16.65-16.70
msA 16.C7: εἰ δὴ κυάνεον: Τρώων νέφος ἀμφιβέβηκε: εἰ δὴ τὸ τῶν Τρώων πλῆθος ὡς νέφος κατέχει τὸν ναυσταθμον: νέφος γὰρ νῦν τὸ τῶν στρατιωτικῶν πλῆθος ⁑
Comments on 16.66-16.67
Scholia group: msAim
msAim 16.C1: οτ αντ τοῦ ατιμητου μετανάστου ὡς τὸ επειμ’ ἀφελεσθέ γε δόντες αντι τοῦ ἐμου ⁑
Comments on 16.59
msAim 16.C2: πρὸς τὸ μηνιθμὼν παραλλήλως τέταχε τῷ χόλῳ ⁑
Comments on 16.62
msAim 16.C3: οτ αντ τεθαρσηκυῖα
Comments on 16.70
msAim 16.C4: ουτ ἐναύλους διὰ τοῦ ν
Comments on 16.71
msAim 16.C5: τὸ εξῆς ἐστιν ἀπαμῦναι διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν ⁑
Comments on 16.75
Scholia group: msAint
msAint 16.C1: οτ τὸ εάσωμεν αντ τοῦ ἐάσωμεν
Comments on 16.60
msAint 16.C2: οτ τὸ ἔφην γε αντ τοῦ διενοήθ
Comments on 16.61
msAint 16.C3: βέλτιον τοῖς πρώτοις τὸ ἐνὶ φρεσὶ συντάττειν:
Comments on 16.61
msAint 16.C4: βραχὺ διασταλτ μετα τὸ κεκλίαται πρὸς τὸ σαφέστερον ⁑
Comments on 16.68
msAint 16.C5: οτ έοικεν ἀκηκοότι τὰ εἰρημένα υπ Διομήδους μετα τὴν πρεσβείαν ⁑
Comments on 16.74
previous | next |
---|---|
msA 206v | msA 207v |