Venetus A (Marciana 454 = 822), folio 207, verso
previous | next |
---|---|
msA 207r | msA 208r |
Iliad text (25 lines)
Iliad 16.76: οὐδέ πω Ἀτρείδεω ὀπὸς ἔκλυον αὐδήσαντος:
Commented on by msAim 16.1000
Iliad 16.77: ἐχθρῆς ἐκ κεφαλῆς: ἂλλ’ Ἔκτορος ἀνδροφόνοιο
Iliad 16.78: τρωσὶ κελεύοντος περιάγνυται. οἱ δ’ ἀλαλητῷ
Iliad 16.79: πᾶν πεδίον κατέχουσι: μάχῃ νικῶντες Ἀχαιούς :
Commented on by msAim 16.1001
Iliad 16.80: ἀλλὰ καὶ ὡς Πάτροκλε νεῶν ἄπο λοιγὸν ἀμύνων
Iliad 16.81: ἔμπεσ’ ἐπικρατέως. μη δὴ πυρὸς αἰθομένοιο
Commented on by msA 16.1000
Iliad 16.82: νῆας ἐνιπρήσωσι. φίλον δ’ ἀπο νόστον ἕλωνται.
Iliad 16.83: πείθεο δ’ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω:
Iliad 16.84: ὡς ἄ^ν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
Commented on by msA 16.1001
Iliad 16.85: πρὸς πάντων Δαναῶν , ἀτὰρ οἳ, περικαλλέα κούρην
Commented on by msAim 16.1002
Iliad 16.86: ὰψ, ἀπονάσσωσιν. ποτὶ ἀγλαὰ δῶρα πόρωσιν:
Commented on by msA 16.1002
Iliad 16.87: ἐκ νηῶν ελάσας. ϊέναι πάλιν: εἰ δέ κεν αὖ τοι
Commented on by msAint 16.1000
Iliad 16.88: δῴη κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἤρης :
Commented on by msAim 16.1003
Iliad 16.89: μὴ σύ γ’ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
Commented on by msA 16.1003
Iliad 16.90: Τρωσὶ φιλοπτολέμοισιν ἀτιμότερον δέ με θήσεις:
Commented on by msA 16.1004
Iliad 16.91: μη δ’ ἐπ’ ἀγαλλόμενος πολέμω καὶ δηϊοτῆτι.
Iliad 16.92: Τρῶας ἐναιρόμενος προτὶ Ί+λιον ἡγεμονεύειν:
Commented on by msAint 16.1001
Iliad 16.93: μή τις ἀπ’ Οὐλύμποιο θεῶν αἰεὶ γενετάων.
Commented on by msA 16.1005
Iliad 16.94: ἐμβήῃ: μάλα τοῦς γε φιλεῖ ἑκάεργος Ἀπόλλων :
Iliad 16.95: ἀλλὰ πάλιν. τροπάασθαι ἐπὴν φάος ἐν νήεσσι
Commented on by msA 16.1006, msAext 16.1000
Iliad 16.96: θήῃς. τοὺς δ έτ’ ἐᾶν πεδίον κάτα δηριάασθαι:
Commented on by msAext 16.1001
Iliad 16.97: αἲ γὰρ Ζεῦ τε πάτερ. καὶ Ἀθηναίη . καὶ Ἄπολλον .
Iliad 16.98: μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι.
Iliad 16.99: μήτέ τις Ἀργείων . νῶϊν δ’ ἐκδύμεν’ ὄλεθρον.
Commented on by msAint 16.1002, msA 16.1008
Iliad 16.100: ὄφρ’ οἶοι Τροίης ἱ+ερὰ κρήδεμνα λύωμεν:
Commented on by msA 16.1009, msAext 16.1002
Other texts (21 passages)
Scholia group: msA
msA 16.1000: ἔμπεσ’ ἐπικρατέως ὅτι παθητικὸν ἀντι ενεργητικοῦ αἰθομένοιο ἀντὶ τοῦ αἴθοντος . καὶ ὅτι ἥ ὑπὸ πρόθεσις ἐλλείπει ὑπὸ πυρὸς βραχὺ δὲ διασταλτέον ἐπικρατέως , τάχα δ’ ἂν εἰ στίζοιμεν τελείᾳ ἐμφατικώτερα ἔσται τὰ ἑξῆς καθ εαυτὰ λεγόμενα ⁑
Comments on 16.81
msA 16.1001: ὡς ἅν μοι τιμήν : ἕως ὰψ ἀπονάσσωσι τοὺς τρεῖς στίχους, ἠ τοῖς ἄνω προσδότεον ἵνα στίζωμεν ἐπι τὸ πόρωσιν , ἢ τοῖς ἑξῆς, ἵνα ἀπ άλλης ἀρχῆς ἀναγινώσκωμεν ὡς άν μοι τιμὴν μεγάλην καὶ ὑποστίζωμεν ἐπι τὸ πόρωσιν ὃ καὶ βέλτιον καλῶς γὰρ ἔχει πρώτην μὲν τὴν ἐντολὴν λέγεσθαι πείσθητι ὡς ἐγώ σοι λέγω ἔπειτα αυτὸ τὸ πράγμα προφέρεσθαι ἵνα δόξαν τὲ καὶ τιμὴν παρ’ Έλλησι ποιήσειας ἀπελάσας τοὺς Τρώας ὑπόστρεφε ⁑
Comments on 16.84
msA 16.1002: ἀψ απο νάσσωσιν εἰς τουπίσω ἀποκαταστήσσιν ἀποδώσουσεν. δια τὶ ὁ Αχι ἐπι καθαρέσει Διομήδους μέμνηται καὶ Αγαμέμνονοσ καὶ οὐδεμος ἄλλου λεγών οὐ γὰρ Τυδείδεω Διομήδεοσ οὐδέπω Ἀτρείδεω ῥητεὸν δὲ, ὅτι Ἀγαμέμνων μὲν εἰκότος ἠν ἔχθρος αὐτου καὶ Διομήδης δὲ δια λόγους ὑβριστικοὺς οὓς εἰς αυτὸν ἀπερρίφει μετα τὴν πρεσβείαν λέγει γὰρ μὴ ὄφελες λισσεσθαι ἀμύμονα πηλείωνα ⁑
Comments on 16.86
msA 16.1003: μὴ σύ γ’ ἀνευθεν ἐμεῖο, ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἦρκεν. πεποίηκε δὲ οὔτως, μὴ σύ γ’ ἀγαλλόμενος πολέμῳ καὶ δηϊοτήτι ἵν’ ἑπιβάλλῃ ἡ συνέπεια ἀναγκαῖοι δὲ εἰσὶν, σκοπὸς γὰρ τῷ Ἀχιλλεῖ μη ἀτιμωθῆναι τούτου κατευημερήσαντος ⁑
Comments on 16.89
msA 16.1004: ατιμότερον δέ με θήσεις: ὁ Ἀσκαλωνιτ ἀπόλυτον καὶ μονοσύλλαβον ἐξεδέξατο τῆν με ἀντωνυμίαν. δι ὁ καὶ ἐγκλιτικῶς ἀνέγνω: οὐ γὰρ προς έτορον πρόσωπον ἐστιν αὐτῷ ἡ διαστο καὶ οὕτως ἔχει ἡ ἀμείνων ἀνάγνωσις κεῖται γὰρ καὶ ὁ δὲ ἀντι τοῦ γάρ ⁑
Comments on 16.90
msA 16.1005: μή τις απ Οὐλύμποιο : ὅτι Ζηνόδοτος κατα τὸ ἑξῆς τέσσαρας ἀπο τούτου ῆρκε γράφει δὲ ἀντὶ αὐτῶν τοῦτο. μή σ’ ἀπογυμνωθέντα λάβη κορυθαίολος Έκτωρ : ἔστι δὲ εὐτελὴς καὶ τῇ συνθέσει καὶ τῇ διανοία ⁑
Comments on 16.93
msA 16.1006: ἀλλα πάλιν τροπάασθαι: Νικίας ὑφ’ ἓν ἀνέγνω παλιντροπάασθαι : Ἀπολλόδωρος δὲ κατα διάλυσιν: ἔφαμεν δὲ περὶ περὶ τῆς τοῦ πάλιν συνθέσεως ὅποτε καὶ περὶ τοῦ παλιμπλαχθέντας διελαμβάνομεν: ὡς ὅτι τὸ πάλιν ἀεὶ θέλει τοῖς ῥήμασι κατα διάλυσιν προσγίνεσθαι ⁑
Comments on 16.95
msA 16.1007: αἰ γὰρ Ζεύ τε περ . ἀθετοῦνται στίχοι τέσσαρες δι’ ότι κατὰ διασκευὴν ἐμφαίνουσι γεγράφθαι ὑπό τινος τῶν νομιζόντων ἐρᾶν τὸν Αχ τοῦ Πατρόκλου . τοιοῦτοι γὰρ οἱ λόγοι πάντες ἀπόλοιντο πλὴν ἡμῶν : καὶ ὁ Αχι ὁ τοιοῦτος συμπαθὴς δέ ⁑
Comments on 16.97-16.100
msA 16.1008: ἐκδύμεν ὄλεθρον: παροξυτονητέον: τὸ γὰρ πλῆρες ἐστὶν ἐκδύμεναι : ὁμοίως τὸ θοῶς ζευγνύμεν ἄνωγεν καὶ δῆλον ὅτι λείπει τὸ γένοιτο ⁑
Comments on 16.99
msA 16.1009: κρήδεμνα: νῦν τὰ τάχει μεταφορικῶς: ἰδίως γὰρ κρήδεμνον τὸ τῆς κεφαλῆς κάλυμμα ⁑
Comments on 16.100
Scholia group: msAim
msAim 16.1000: ἔν τισι τῶν υπομνημάτ ἔπος ἔκλυον :
Comments on 16.76
msAim 16.1001: βραχ διασταλτέον κατέχουσι ⁑
Comments on 16.79
msAim 16.1002: τὸ οι αρθ εστ ἐγκλιτικὸν δὶο ἐν τῆ συντάξει ἐγκλιτεόν ⁑
Comments on 16.85
msAim 16.1003: παροξυτονητέον ἐστὶ γράφεται μεσος β αο
Comments on 16.88
Scholia group: msAil
msAil 16.C1000: ουτ
Comments on 16.85@περικαλλέα
Scholia group: msAint
msAint 16.1000: τὸ αυ πεσπαστ δύο γάρ ἐστιν αῦ καὶ τοὶ :
Comments on 16.87
msAint 16.1001: οτ Ζηνοδ προς τὸ Ί+λιον αιπὺ διεσθ
Comments on 16.92
msAint 16.1002: ἡμεῖς δὲ ἐκφύγωμεν ⁑
Comments on 16.99
Scholia group: msAext
msAext 16.1000: τρωπᾶσθαι
Comments on 16.95
msAext 16.1001: τοῦσ δε δ’ ἐᾶν
Comments on 16.96
msAext 16.1002: λύοιμεν
Comments on 16.100
previous | next |
---|---|
msA 207r | msA 208r |