Venetus A (Marciana 454 = 822), folio 208, recto
previous | next |
---|---|
msA 207v | msA 208v |
Iliad text (25 lines)
Iliad 16.101: ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
Iliad 16.102: Αἴας δ’ οὐκ έτ’ ἔμιμνε. βιάζετο γὰρ βελέεσσι:
Iliad 16.103: δάμνα μιν Ζηνός τε νόος. καὶ Τρῶες ἀγαυοὶ
Iliad 16.104: βάλλοντες. δεινὴ δὲ περι κροτάφοισι φαεινὴ
Iliad 16.105: πήληξ βαλλομένη καναχὴν ἔχε. βάλλετο δ’ αἰεὶ
Commented on by msAint 16.3000, msA 16.3000
Iliad 16.106: κὰπ φάλαρ’ εὐποίηθ’, ὁ δ’` ἀριστερὸν ῶμον ἔκαμνε.
Iliad 16.107: ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον. οὐδε δύναντο
Iliad 16.108: ἀμφ’ αὐτῷ πελεμίξαι. ἐρείδοντες βελέεσσιν.
Iliad 16.109: αἰεὶ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι. καδ δέ οἱ ἱ+δρὼς
Iliad 16.110: πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν. οὐδέ πῃ εἶχεν
Iliad 16.111: ἀμπνεῦσαι: πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο:
Iliad 16.112: έσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι.
Iliad 16.113: ὅππως δὴ πρῶτον πῦρ, ἔμπεσε, νηυσὶν Ἀχαιῶν:
Iliad 16.114: Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
Iliad 16.115: πλῆξ’ ἄορι μεγάλῳ. αἰχμῆς παρὰ καυλὸν ὄπισθεν:
Iliad 16.116: ἀντικρὺ δ’ ἀπάραξε: τὸ μὲν Τελαμώνιος Αἴας
Iliad 16.117: πῆλ’ αύτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δ’ ἀπ’ αὐτοῦ
Commented on by msA 16.3004, msAim 16.3000
Iliad 16.118: αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα:
Iliad 16.119: γνῶ δ’ Αἴας κατὰ θυμὸν ἀμύμονα: ῥίγησέν τε.
Commented on by msAint 16.3001, msAim 16.3001
Iliad 16.120: ἔργα θεῶν. ὅ, ῥα, πάγχυ μάχης ἐπι μήδεα κεῖρε
Commented on by msA 16.3005, msAext 16.3000
Iliad 16.121: Ζεὺς ὑψιβρεμέτης. Τρώεσσι δὲ βούλετο νίκην.
Iliad 16.122: χάζετο δ’ ἐκ βελέων. τοὶ δ’ ἔμβαλον ἀκάματον πῦρ
Iliad 16.123: νηῒ θοῇ: τῆς δ’ αῖψα κατ’ ασβέστη κέχυτο φλόξ:
Commented on by msA 16.3006, msA 16.3007
Iliad 16.124: ὡς τὴν μὲν πρυμνὴν πῦρ. ἄμφεπεν: αὐτὰρ Ἀχιλλεὺς
Commented on by msAint 16.3002, msA 16.3008
Iliad 16.125: μηρὼ πληξάμενος. Πατροκλῆα προσέειπεν:
Other texts (15 passages)
Scholia group: msA
msA 16.3000: ‡ πήληξ βαλλομένη: ὅτι τινὲς γράφουσι τύπτετο δ’ αἰεὶ προείρηκε δὲ βαλλομένην καὶ βάλλοντες . τὸ δὲ βαλεῖν ἐστιν ἐκ χειρὸς τύψαι ⁑
Comments on 16.105
msA 16.3001: βάλλετο δ’ αἰεὶ καπ φάλαρ’ γράφεσθαι φησὶν ὁ Ἀρίσταρχος καὶ τύπτετο δ’ αἰεὶ καπφάλαρ’ εὐ ποίητα δια τοῦ π οὐκ εῦ. βούλεται γὰρ λεγειν καὶ τὰ φάλαρα καναχὴν εἶχεν ⁑
Comments on 16.105-16.106
msA 16.3002: καπφάλαρ’ εὐ ποίηθ’: ἡ διπλῆ ὅτι ἔν τισι γράφεται καπφάλαρα ὑπερβατὸν δέ ἐστὶν δεινὴν δὲ καναχὴν ἡ πήληξ ἔχε καὶ τά φάλαρα ἐβάλετο συνεχῶς: φάλαρα δὲ τὰ κατα τὸ μέσον τῆσ περικεφαλαίας μικρὰ ἀσπιδίσκια. ἅ τινα κόσμου χάριν ἐντίθεται ⁑
Comments on 16.105-16.106
msA 16.3003: ἀντικρὺ δ’ ἀπάραξε: ἡ διπλῆ ὁτὶ δοκεῖ μάχεσθαι: εἰ γὰρ ἀπήραξε κατὰ συμπέρασμα ὅ ἐστιν ἀπέθραυσεν. πῶς ἐπιφέρει τῆλε δ’ ἀπ αὐτοῦ αἰχμὴ χαλκείη χαμάδις ὡς πρότερον μὴ ἀποκεκομμείνου: ἀλλ’ ὅ τε διέσεισεν ὁ Αἴας ἀποπεπτωκότος: ὁ μὲν οὖν Ἀρίσταρχος τὸ συμπέρσμα λέγει προειρῆσθαι εἶτα κατα μέρος επηκρινῶσθαι ὡς εἴ τις λέγοι ὁ δε τίς τόν δε εἰς τὰ σπλάγχνα δόρατι παίσας ἀπεκτεινεν. ἐκσπασθείντος δὲ τοῦ δόρατος ἀπέθανεν : ὡς ἐγένετο ὕστὲρον ἐπι διηγυμενος: οὕτως ἀπάραξε. καὶ κόλον δόρυ λέγει κατα συμπέρασμα: ὡς δὲ ἀπέπεσεν ὕστερον ἡ αἰχμὴ διακραδαθέντος τοῦ δόρατος ἐπεξηγεῖται φαίνεται γὰρ ὁ Αἴας μικροῦ τινος ἔτι διακρατοῦντος τὴν ἐπιδορατίδα πειράζων κραδᾶναι, ἀποπεσούσης δὲ ταύτης παντελῶς ἀπεγνωκέναι ὁτὶ ἡχρείωται τὸ δόρυ δι ὃ καὶ τὸ αὕτως πρόσκειται ὁτὶ κατα καινον ἐκράδαινεν οὐ δυνάμενος ἀυτὸ χρησθαι: τινὲς δὲ καὶ τὸν γὰρ ἀντι τοῦ δεν λαμβάνουσι: τῆλε γὰρ ἀπ αυτοῦ ⁑
Comments on 16.116-16.118
msA 16.3004: κόλον δόρυ: ἕως νῦν παρ’ Ί+ωσιν οἱ κολοβοκέρατοι κριοί κόλοι λεγοντ ⁑
Comments on 16.117
msA 16.3005: ἐπι μήδεια κείρει ουτ Ἀρίσταρχος κεῖρε χωρὶς τοῦ ϊ Ϊακῶς ἔστι γὰρ ἔκειρε εἰς ἄπορον καθ ἵστη τὰ τῆς μάχης ὡς μηδὲν ἔχειν μήσασθαι ⁑
Comments on 16.120
msA 16.3006: νηῒ θοῇ, ἡ διπλῆ, ὅτι ἔστι μὲν ἐκ πλήρους λαβεῖν κατα εἶτα σβεστή τὸ συμβαῖνον ἐπιθετικῶς. ἔστι δὲ καὶ κατα συναλιφὴν ἀσβέστη οἷον ἀκατάσβεστος ὅ ἐστι δυσκόλως σβεστή ὃ καὶ μᾶλλον οὕτως γὰρ εἴωθε λέγειν ἄσβεστος δ αρ’ ἐνῶρτο γέλως : τὸ δὲ σβέστη σβεστή ἀνέμφατον. καὶ τὸ σχῆμα Ὁμηρικόν: ἀσβεστη καθάπερ ῥεῖα δ’ ἀριγνώτη πέλεται αντ τοῦ ἀρίγνωτ ⁑
Comments on 16.123
msA 16.3007: ἀσβέστη κέχυτο φλόξ: Ἀρίσταρχος κατα βαρεῖαν τάσιν ἀσβέστη παρώνυμον ἐκδεχόμενος τοῦ ἄσβεστος δ ὰρ ἐνῶρτο γέλως , ὑγιῶς πάνυ: οὐ γὰρ ἔχει τὸ ἀνάλογον ἥ τε ἔμφασις τοῦ δηλουμένου καὶ πολὺς ὁ τοιοῦτος σχηματισμὸς Ὁμηρικῶς ⁑
Comments on 16.123
msA 16.3008: ὡς τὴν μεν ⁑
Comments on 16.124
Scholia group: msAim
msAim 16.3000: ουτ ὡς λόγον ὁ Ασκαλωνιτ καγὼ δὲ συγκατατίθεμαι ⁑
Comments on 16.117
msAim 16.3001: Αρισταρχ κεῖρε χω τοῦ ϊ αλλοι δὲ κείρει :
Comments on 16.119
Scholia group: msAint
msAint 16.3000: ἀρίσ Δια τοῦ καὶ συνδεσμ καὶ φάλαπα Γραφῶ παντῶσ βραχὺ Διεστελλεν ἐπι τὸ αιεὶ ⁑
Comments on 16.105
msAint 16.3001: συν απτεον μέχρι τοῦ θεῶν δύναται δὲ στίζεσθ καὶ ἐπι τὰ αμύμονα ⁑
Comments on 16.119
msAint 16.3002: πρὸσ τὴν φράσιν οτ ουτ εἴρηκε τὴν μὲν πρύμνην αντ τῆσ μὲν πρύνης
Comments on 16.124
Scholia group: msAext
msAext 16.3000: κεῖρει
Comments on 16.120
previous | next |
---|---|
msA 207v | msA 208v |