Venetus A (Marciana 454 = 822), folio 208, verso

previousnext
msA 208rmsA 209r

Iliad text (25 lines)


Iliad 16.126: ὄρσεο διογενὲς Πατρόκλεεἶς ἱπποκέλευθε,


Iliad 16.127: λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηΐοιο ἰ¨ωήν.

Commented on by msAint 16.208v1


Iliad 16.128: μὴ δὴ νῆας ἕλωσι καὶ οὐκέτι φυλακτὰ πέλωνται:

Commented on by msA 16.208v1, msA 16.208v3


Iliad 16.129: δύσεο τεύχεα θᾶσσον. ἐγὼ δέ κε λαὸν ἀγείρω:

Commented on by msAint 16.208v2


Iliad 16.130: Ὡς φάτο. Πάτροκλος δὲ κορύσσετο. νώροπι χαλκῷ.

Commented on by msA 16.208v2


Iliad 16.131: κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε


Iliad 16.132: καλὰς. ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας:


Iliad 16.133: δεύτερον αὖ θώρηκα περι στήθεσσιν ἔδυνε


Iliad 16.134: ποικίλον. ἀστερόεντα. ποδώκεος Αἰακίδαο :


Iliad 16.135: ἀμφι δ’ αρ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον


Iliad 16.136: χάλκεον: αὐτὰρ ἔπειτα σάκος μέγα τε στιβαρόν τε:


Iliad 16.137: κρατὶ δ’ ἒπ’ ἰ¨φθίμῳ κυνέην εὔτυκτον ἔθηκεν


Iliad 16.138: ἵππουριν: δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν:


Iliad 16.139: εἵλετο δ’ ἄλκιμα δοῦρε, τά οἱ παλάμηφιν ἀρήρει:


Iliad 16.140: ἔγχος δ’ οὐχ ἕλετ’ οἶον ἀμύμονος Αἰακίδαο

Commented on by msA 16.208v4, msA 16.208v5


Iliad 16.141: βριθὺ μέγα. στιβαρόν. τὸ μὲν οὐ δύνατ’ ἄλλος Ἀχαιῶν

Commented on by msAint 16.208v3


Iliad 16.142: πάλλειν. ἀλλά μιν οἶος ἐπίστατο πῆλαι Ἀχιλλεὺς

Commented on by msA 16.208v6


Iliad 16.143: Πηλιάδα μελίην τὴν πατρὶ φίλω πόρε Χείρων

Commented on by msAint 16.208v4


Iliad 16.144: Πηλίου ἐκ κορυφῆς, φόνον ἔμμεναι ἡρώεσσιν.


Iliad 16.145: ἵππους δ’ Αὐτομέδοντα θοῶς ζευγνύμεν ἄνωγε.


Iliad 16.146: τὸν μετ’ Ἀχιλλῆα ῥηξήνορα τῖε μάλιστα:

Commented on by msAint 16.208v5


Iliad 16.147: πιστότατος δέ οἱ έσκε μάχῃ ἔνι μεῖναι ὁμοκλήν:


Iliad 16.148: τῷ δὲ καὶ Αὐτομέδων ὕπαγε ζυγὸν ὠκέας ἵππους


Iliad 16.149: Ξάνθον . καὶ Βαλίαν . τὼ, ἅμα πνοιῇσι πετέσθην:

Commented on by msA 16.208v7


Iliad 16.150: τοὺς ἔτεκε Ζεφύρῳ ἀνέμω Ἅρπυια Ποδάργη

Commented on by msA 16.208v8, msA 16.208v9, msA 16.208v10, msA 16.208v11


Other texts (20 passages)


Scholia group: msAext

msAext 16.208v1: ἐρωήν

Comments on 16.127


Scholia group: msAint

msAint 16.208v1: ἐν τῇ Μασσαλιωτικῃ ἐρωήν .

Comments on 16.127


msAint 16.208v2: ὅτι ἀντι τοῦ ἀγειραιμι .

Comments on 16.129


msAint 16.208v3: καθ εκαστον βραχὺ διασταλτέον ⁑

Comments on 16.141


msAint 16.208v4: διχῶς καὶ τάμε καὶ πόρε ⁑

Comments on 16.143


msAint 16.208v5: ὅτι Πάτροκλος μὲν Αχιλλέως ἠνιοχος Πατροκλου δὲ Αὐτομεδων ⁑

Comments on 16.146


Scholia group: msAim

msAim 16.208v1: Ζηνοδοτος τουτον ἀθετησας τοὺς ἑξῆς τέσσαρας οὐκ έγραφεν ⁑

Comments on 16.140


msAim 16.208v2: τὴν ἐκ μελίης

Comments on 16.143


msAim 16.208v3: Ἀρισταρχος ἐκ κορυφῇς δια τοῦ ν

Comments on 16.144


Scholia group: msA

msA 16.208v1: μὴ δὴ νῆας έλωσι καὶ οὐκέτι φυκτὰ πέλωνται ἡ διπλὴ ὅτι οὕτως εἴρεκε πληθυντικῶς πέλωνται καὶ οὐ πέληται ὁμοίως τῶι σπαρτα λελυνται

Comments on 16.128


msA 16.208v2: λαὸν ἀγείρω ὁμοίως τῶι ἀγείρωι ἐνεστῶς γάρ ἐστι σημαίνων μέλλοντα ὥσπερ καὶ ἐπ’ άλλων παρεθέμεθα. ἐγὼ δέ κ’ άγω βρισηΐδα . ἡ μέγα πένθος ἀχαιΐδα γαῖαν ϊκάνει οὕτως καὶ τὸ ἐρύουσιν ἔχει: οὕτως δὲ καὶ ἀρίσταρχος ⁑

Comments on 16.130


msA 16.208v3: μη δὴ νῆας ἔλωσι ταῦτα ὁμολογουμένος καθ εαυτὰ λέγεται ὑπερ εὐλαβούμενος γὰρ λέγει. δύναιτο δ ἄν’ καὶ τὸ ἑξῆς εἶναι ὀρσεο μὴ δἠ νῆας ἕλωσιν : ἀλλα βἐλτιον τὸ πρότερον. παρατηρητέον δὲ προσ τὰ ἀσύνδετα τὴν προσωποιΐαν ὅτι ἐμφαντικωτάτη⁑

Comments on 16.128


msA 16.208v4: ἔγχος δ’ οὑχ ἑλετ’ οἶον προκατεσκεύακε μόνον αὐτὸ τὸ δόρυ σώζεσθαι δια τὸ ξύλα μὴ ἐργάζεσθαι τὸν Ἥφαιστὸν : κατα γὰρ τὸν Πηλέως καὶ Θέτιδος γάμον θεοὶ συναχθέντες εἰς τὸ πήλιον ἐπευωχία, ἐκόμιζον Πηλεὶ δῶρα: Χείρων δὲ μελίαν εὐθαλῆ τεμὼν εἰς δόρυ παρέσχεν: φασὶ μὲν Ἀθηναν ξέσαι αὐτὸ, Ἥφαιτον δὲ κατασκευάσαι. τούτῳ δὲ τῷ δόρατι καὶ Πηλεὺς ἐν ταῖς μάχαις ἠρίστευασεν. καὶ μετὰ ταῦτα Ἀχιλλεύς . ἡ ἱστορία παρα τῷ τὰ Κύπρια ποιήσαντι⁑

Comments on 16.140


msA 16.208v5: δια τί οὖν μόνον τὸ Πηλιωτικον αύτὸ ἀναρμοστεῖ δόρυ τῶν ἄλλων ἀρμοσάν τῶν ὅπλων: Μεγακλείδης ἐν δευτέρῳ Ὁμήρου προ οἰκονομεῖσται φησὶν Ὅμηρον τὴν ὁπλοιΐαν. καὶ ἐπειδὴ τὰς μὲν ἄλλας ὕλας ἐξ ὧν ὁ Ἥφαιστος ἐδη μιούργει τὰ ὅπλα τὸν χρὺσον καὶ τὸν ἄργυρον οὐκ απίθανον εἶναι καὶ ἐν οὐνω δένδρον δὲ οὐνιον λέγειν καραγελαστότατον ἦν, δια τοῦτο τὰ μὲν λοιπὰ ὅπλα πεποίηκε τὸν Πάτροκλον φεροντα ἃ καὶ ἀπολόμενα ἐτύγχανεν ἂν τῆς Ἡφαίστου δημιουργίας: μόνον δὲ τὸ δόρυ ἑασαντα ἵνα σωθῆ καταλειπόμενον τοῦτο γὰρ ἀπολόμενον οὐκ ἂν ὁ Ἡφαιστος κατεσκεύασε πιθανῶς δία τὸ τὴν ὕλην αὐτοῦ μὴ οὑράνι ἀλλ ἔγγειον καὶ Πηλειῶτιν εἶναι ⁑

Comments on 16.140


msA 16.208v6: πάλλειν ἀλλά μιν οἷος ἐπλιστατο πῆλαι ἡ διπλῆ ὅτι ἀντι ἀντι τοῦ ἐδύνατο . μόνος ἐδύνατο χρήσθαι τῶι δόρατι. τὸ γὰρ πῆλαι ἐκ παρεπομένου χρῆσιν σημαίνει⁑

Comments on 16.142


msA 16.208v7: Ξάνθον καὶ Βαλίον παροξυτονητεόν τὸ Βαλίον καὶ εἴρηται περι τῶν τοιούτων⁑

Comments on 16.149


msA 16.208v8: ἅρπυια ἤτοι ἀν έμου εἶδος παρα τὸ ἀρπαζειν. ἠ δαίμονες ἁρπακτικαὶ ὧν τὰ ὀνόματα. Ἀελλω , Ὠκυπέτη . Ποδαργη : τινὲς δὲ φασὶν ἄρπυια Ποδάργη ⁑

Comments on 16.150


msA 16.208v9: ἵν’ ἦ ὄνομα Φοράδος λευκοὺς πόδας ἐχούσης ⁑

Comments on 16.150


msA 16.208v10: Ποδάργη εἴτε σύνθετεόν ἐστιν εἴτε παρα σύνθετον παροξυτονητεόν εἰσ ϊδιότητα ⁑

Comments on 16.150


msA 16.208v11: τοὺς ἔτεκε Ζεφύρῳ ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει ἅρπυια πόδαργος ὡς ἐπιθετικον ἵν ᾗ ποδώκης. ἔστι δὲ τὸ κύριον ὄνομα Ποδάργη : σαφὲς δὲ καὶ ἐκ τούτων Ξανθέ τε καὶ Βαλίε τηλεκλυτὰ τέκνα Ποδάργης ⁑

Comments on 16.150


previousnext
msA 208rmsA 209r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1