Venetus A (Marciana 454 = 822), folio 209, recto
previous | next |
---|---|
msA 208v | msA 209v |
Iliad text (25 lines)
Iliad 16.151: βοσκομένη λειμῶνι παρὰ ῥόον Ὠκεανοῖο :
Iliad 16.152: ἐν δε παρηορίῃσιν ἀμύμονα Πήδασον ἵ̈ει.
Iliad 16.153: τόν ῥά ποτ’ Ἠετίωνος ἑλὼν πόλιν ἤγαγ’ Ἀχιλλεύς :
Iliad 16.154: ὃς καὶ θνητὸς ἐὼν ἕπεθ’ ἵπποις ἀθανάτοισι:
Iliad 16.155: Μυρμιδόνας δ’ ἂρ, ἐποιχόμενος θώρηξεν Ἀχιλλεὺς
Iliad 16.156: πάντας ἀνὰ κλισίας σὺν τεύχεσιν, οἱ δὲ λύκοι ὡς
Iliad 16.157: ὠμοφάγοι. τοῖσίν τε περὶ φρεσὶν ἄσπετος ἀλκή:
Iliad 16.158: οἵ τ’ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες
Iliad 16.159: δάπτουσιν. πᾶσιν δὲ παρήϊον αἵματι φοινὸν.
Iliad 16.160: καί τ’ ἀγεληδὸν ϊάσιν. ἀπο κρήνης μελανύδρου
Iliad 16.161: λάψοντες γλώσσῃσιν ἀραιῇσιν μέλαν ὕδωρ
Commented on by msA 16.209r1, msA 16.209r2
Iliad 16.162: ἄκρον. ἐρευγόμενοι φόνον αἵματος: ἐν δέ τε θυμὸς
Iliad 16.163: στήθεσιν ἄτρομός ἐστι, περὶστένεται δέ τε γαστὴρ.
Commented on by msA 16.209r3
Iliad 16.164: τοῖοι Μυρμιδόνων ἡγήτορες ἠδὲ μέδοντες
Iliad 16.165: ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο
Iliad 16.166: ῥώοντ’: ἐν δ’ άρα τοῖσιν ἀρήϊος ἵ¨στατ’ Ἀχιλλεὺς .
Iliad 16.167: ὀτρύνων ἵ¨ππους τε καὶ ἀνέρας ἀσπιδιώτᾱς:
Iliad 16.168: πεντήκοντ’ ῆσαν νῆες θοαὶ. ᾗσιν Ἀχιλλεὺς
Iliad 16.169: ἐς Τροίην ἡγεῖτο Διῒ φίλος. ἒν δ’ὰρ ἑκάστῃ
Iliad 16.170: πεντήκοντ’ έσαν ἄνδρες ἐπι κληῗσιν ἑταῖροι.
Iliad 16.171: πέντε δ’ ὰρ ἡγεμόνας ποιήσατο, τοῖς ἐπεποίθει.
Iliad 16.172: σημαίνειν: αὐτὸς δὲ μέγα κρατέων ἤνασσε:
Iliad 16.173: τῆς μὲν ἰ¨ῆς στιχὸς ἦρχε Μενέσθιος αἰολοθώρηξ.
Commented on by msA 16.209r5
Iliad 16.174: υἱὸς Σπερχειοῖο διϊπετέος ποταμοῖο:
Commented on by msA 16.209r6
Iliad 16.175: ὃν τέκε Πηλῆος θυγάτηρ καλὴ Πολυδώρη .
Commented on by msA 16.209r7, msA 16.209r8
Other texts (13 passages)
Scholia group: msAext
msAext 16.209r1: ΐασιν
Comments on 16.160
Scholia group: msAint
msAint 16.209r1: Ζηνόδοτος πάντη ἀνα κλησιας
msAint 16.209r2: βραχ διασταλτ ἐπι τὸ ϊᾶσι πρὸς τὸ σαφεστερον
msAint 16.209r3: ὡραίων πιθηκ
msAint 16.209r4: χω του τ ὃν τεκε Ἀρισταρχος ουτ καὶ Αριστοφανης
Scholia group: msA
msA 16.209r1: λαμψοντες γλώσσησιν ὅτι Ζήνοδοτος γράφει λάψαντες δια τοῦ α : ἔσονται δὲ ἤδη πεπωκότες καὶ ἐκλέλυται ἡ ἕμφασις. οἱ μὲν γὰρ αἵματος πεφορημένοι καὶ δια δίψαν ὁρμῶντες ἐπι τὴν κρήνην σώζουσι τὸ παράστημα. ἐπλάνησε δὲ τὸν Ζήνοδοτος τὸ ἑξῆς δεξάμενον, ἀπο κρήν ἴ+ασιν: οὐκ έδει δὲ ἀλλ’ εις κρήνην πιόμενοι πορεύονται: ὀνοματοποιεῖται δὲ ἡ λέξις ἀπο τοῦ γινομένου ἤχους ἐν τῆ πόσει τῶν κυνῶν καὶ τῶν λύκων ⁑
Comments on 16.161
msA 16.209r2: μέλαν ὕδωρ Ἀναξαγόρας ἐπεὶ φύσει μέλαν καὶ γοῦν ὁ καπνος μέλας ἔστιν ἐκ τοῦ ὑδατος τῶν ξύλων ἀνιέμενος: οἱ δὲ δὶα τὴν σκιὰν τῶν φυτῶν ⁑
Comments on 16.161
msA 16.209r3: στήθεσιν ἄτρομός ἐστι ὅτι ἐστι μὴν ἐκδέξεσθαι καὶ τὸ στενοχωρειται : στονόμενος νεκύεσσιν ὥστε καταστρέφειν εἰς τὸ βαρύνεται : βελτιον δὲ παρεμπεπτωκέναι τὸ σ ὡς ἐπι τῆς φερεσβίου ὥσται εῖναι καὶ τὸ περιστένεται . ἀντι τοῦ περιτείνεται δια τὸ ἐμπλησθῆναι τοῦ αἵματος ⁑
Comments on 16.163
msA 16.209r4: ἄκρον ἐρευγόμενοι τὴν πρωτήν λέξιν τοῖς ἄνω προσδιδόναι βέλτιον τὸ γὰρ συμβαῖνον ἀυτῷ ἀπαγγε οἱ πίνοντες ἄκρον προσφέρονται τὸ ὕδωρ ⁑
msA 16.209r5: τῆς μὲν ϊῆς στιχὸς στιχὸς ὡς τριχώς ἀπ ευθείας τῆς στίξ: τὸ δὲ ἰ+ῆς περισπωσιν καὶ τὸ ϊῇ δ’ ἐν νυκτὶ γένοντο οὐκ ακολούθως εὐθείᾳ τῇ ΐαι βαρυνομενῃ: οὐ γὰρ πάντων ῆεν ὁμὸς θρόος οὐδ’ ἴ+α βαρυνομένη γῆρυς εἴπομεν δὲ ἤδη περι αυτοῦ ⁑
Comments on 16.173
msA 16.209r6: σπερχειοῖο διϊπετέος ἤτοι ὑπο Διὸς πεπτωκότος δια τὸ ἀπο τῶν ὀμβρρίων ὑδάτων πληροῦσθαι τοὺς χειμάρρους ἠ διαφόνους ⁑
Comments on 16.174
msA 16.209r7: ὅν τέκε Πηλῆος θυγάτηρ ὅτι Φερεκύδης τὴν Πολυδώραν φησιν ἀδελφὴν Ἀχιλλέως οὐκ έστι δὲ καθ Ὅμηρον διαβεβαιώσασθαι πιθανώτερον οὖν ὁμωνυμίαν εἶναι ὥσπερ καὶ ἐπ άλλων ἐπεὶ προσέθηκεν ἂν τεκμήριον τῆς προς Ἀχιλλεά συγγενειας ⁑
Comments on 16.175
msA 16.209r8: ἐκ τίνος Πηλεὺς Πολυδώρην ἔσσχεν ὡς μὲν Σταμφυλος φησὶν ἐν τῆ Θεσσαλικῶν ἐξ Ἔυρυδικης τῆς Ἄκτορος θυγατρός Φερεκύδης δὲ ἐξ Αντιγόνης τῆς Εὐρυτίωνος : ἄλλοι γ’ ἐκ Λαοδαμείης τῆς Ἀλκμαίωνος ⁑
Comments on 16.175
previous | next |
---|---|
msA 208v | msA 209v |