Venetus A (Marciana 454 = 822), folio 209, verso
previous | next |
---|---|
msA 209r | msA 210r |
Iliad text (25 lines)
Iliad 16.176: Σπερχειῷ ἀκάμαντι: γυνὴ θεῷ εὐνηθεῖσα.
Iliad 16.177: αὐτὰρ ἐπίκλησιν Βώρῳ Περιήρεος υἷϊ,
Iliad 16.178: ὅς ῥ’ ἀναφανδὸν όπυιε πορὼν ἀπερείσια ἕδνα:
Commented on by msAint 16.209v1
Iliad 16.179: τῆς δ’ ἑτέρης Ἔυδωρος ἀρήϊος ἡγεμόνευε.
Iliad 16.180: παρθένιος. τὸν. ἔτικτε, χορῷ καλὴ Πολυμήλη .
Iliad 16.181: Φύλαντος θυγάτηρ. τῆς δὲ κρατὺς Ἀργειφόντης
Iliad 16.182: ἠράσατ’, ὀφθαλμοῖσιν ἰ̈ δὼν μετὰ μελπομένῃσιν
Commented on by msAim 16.209v1
Iliad 16.183: ἐν χορῷ Ἀρτέμιδος , χρυσηλακάτου, κελαδεινῆς.
Iliad 16.184: αὐτίκα δ’ εἰς ὑπερῷ’ ἀναβὰς, παρελέξατο λάθρῃ
Iliad 16.185: Ἑρμείας ἀκάκητα, πόρεν δέ οἱ, ἀγλαὸν υἱὸν
Commented on by msAim 16.209v2
Iliad 16.186: Ἔυδωρον . περὶ μὲν θείειν ταχὺν. ἠδὲ μαχητήν:
Iliad 16.187: αὐτὰρ ἐπεὶ δὴ τόν γε μογοστόκος Εἰλείθυια
Iliad 16.188: ἐξάγαγεν φώως δὲ καὶ ἠελίου ΐδεν αὐγὰς.
Commented on by msAint 16.209v2, msAext 16.209v1
Iliad 16.189: τὴν μὲν Ἐχεκλῆος κρατερὸν μένος Ἀκτορίδαο
Iliad 16.190: ἠγάγετο πρὸς δώματ’ ἐπεὶ πόρε μυρία ἕδνα.
Iliad 16.191: τὸν δ’ ὁ γέρων Φύλας , εὖ, ἔτρεφεν. ἠδ’ ἀτίταλλεν.
Iliad 16.192: ἀμφαγαπαζόμενος ὡς εἴ θ’ ἑὸν υἱὸν ἐόντα:
Iliad 16.193: τῆς δὲ τρίτης, Πείσανδρος ἀρήϊος ἡγεμόνευε
Iliad 16.194: Μαιμαλίδης , ὃς πᾶσι μετέπρεπε Μυρμιδόνεσσιν
Iliad 16.195: ἔγχεϊ μάρνασθαι μετὰ Πηλείωνος ἑταῖρον:
Iliad 16.196: τῆς δὲ τετάρτης ἦρχε γέρων ἱ¨ππηλάτα Φοῖνιξ
Iliad 16.197: πέμπτης δ’ Ἀλκιμέδων . Λαέρκεος υἱὸς ἀμύμων.
Iliad 16.198: αὐτὰρ ἐπει δὴ πάντας ἅμ’ ἡγεμόνεσσιν Ἀχιλλεὺς
Iliad 16.199: στῆσεν ἔϋ κρίνας κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε.
Iliad 16.200: Μυρμιδόνες. μή τίς μοι ἀπειλάων λελαθέσθω.
Other texts (6 passages)
Scholia group: msAext
msAext 16.209v1: προ φόως δὲ
Comments on 16.188
Scholia group: msAint
msAint 16.209v1: ὁτι εδνα τα ὑπο τῶν γαμούντων διδομενα ταις γαμουμεναις
Comments on 16.178
msAint 16.209v2: οὕτως καὶ Ἀριστοφάνης φώως δὲ Ζηνόδοτος προ φώως δὲ
Comments on 16.188
Scholia group: msAim
msAim 16.209v1: διασταλτεον βραχυ μετα τὸ ἡράσατο.
Comments on 16.182
msAim 16.209v2: Ἀρισταρχος προπαροξύνει: οἱ δὲ ἄλλοι ἀναλογίαι πειθόμεναι προπερισπωσί ἐπεισθη δὲ ἡ παραδοσις
Comments on 16.185
Scholia group: msA
msA 16.209v1: Περιήρεος ὗϊ δια τοῦ ϊ μόνου γράφεται ἡ τελευταία συλλαβὴ, δι ὃ προπερισπαστέον ὁμοίως τῷ Νηληΐῳ υἷϊ εοικώς : εἰ μέντοι δια τῆς ει διφθόγγου ἐγράφετο ἡ τελευταία περιεσπᾶτο ἀπευθιας οῦσα τῆς ὑές ὁμοίως τῳ υἱεῖ εμ’ ωκωμόρω ⁑
Comments on 16.177
previous | next |
---|---|
msA 209r | msA 210r |