Venetus A (Marciana 454 = 822), folio 210, recto
previous | next |
---|---|
msA 209v | msA 210v |
Iliad text (25 lines)
Iliad 16.201: ἃς ἐπι νηυσὶ θοῇσιν ἀπειλεῖτε Τρώεσσι
Commented on by msAext 16.210r1
Iliad 16.202: πάνθ’ ὑπὸ μηνιθμὸν. καί μ’ ᾐτιάασθε ἕκαστος.
Iliad 16.203: σχέτλιε Πηλέος υἱὲ. χόλῳ ἄρα σ’ ἔτρεφε μηρ ,
Iliad 16.204: νηλεὲς, ὃς παρὰ νηυσὶν ἔχεις ἀέκοντας ἑταίρους:
Iliad 16.205: οἴκαδέ περ σὺν νηυσὶ, νεώμεθα ποντοπόροισιν
Commented on by msAint 16.210r1
Iliad 16.206: αὖτις, ἐπεί ῥά τοι ὧδε κακὸς χόλος ἔμπεσε θυμῷ:
Iliad 16.207: ταῦτά μ’ ἀγειρόμενοι θὰμ’ ἐβάζετε. νῦν δὲ πέφανται
Iliad 16.208: φυλόπιδος μέγα ἔργον. ἕης τὸ πρίν γ’ ἐράασθε.
Iliad 16.209: ἔνθά τις ἄλκιμον ῆτορ ἔχων. Τρώεσσι μαχέσθω.
Iliad 16.210: ὡς εἰπὼν, ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου:
Iliad 16.211: μᾶλλον δὲ στίχες ἄρθεν. ἐπεὶ βασιλῆος ἄκουσαν.
Iliad 16.212: ὡς δ’ ὅτε τοῖχον ἀνὴρ ἀράρῃ πυκινοῖσι λίθοισι
Iliad 16.213: δώματος ὑψηλοῖο βίας ἀνέμων ἀλεείνων.
Iliad 16.214: ὡς ἄραρον κόρυθές τε καὶ ἀσπίδες ὀμφαλόεσσαι:
Iliad 16.215: ἀσπὶς ἄρ ἀσπίδ’ ἔρειδε. κόρυς κόρυν. ἀνέρα δ’ ἀνήρ:
Iliad 16.216: ψαῦον δ’ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
Iliad 16.217: νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισι:
Commented on by msAint 16.210r2
Iliad 16.218: πάντων δὲ προπάροιθε δύ’ ἀνέρες θωρήσσεσθον:
Iliad 16.219: Πάτροκλός τε καὶ Αὐτομέδων , ἕνα θυμὸν ἔχοντες:
Iliad 16.220: πρόσθεν Μυρμιδόνων πολεμιζέμεν: αὐτὰρ Ἀχιλλεὺς
Iliad 16.221: βῆ ρ’ ΐμεν ἐς κλισίην. χηλοῦ δ’ ἀπο πῶμ’ ἀνέῳγε
Iliad 16.222: καλῆς. δαιδαλέης. τήν οἱ Θέτις ἀργυρόπεζα
Iliad 16.223: θῆκ’ ἐπι νηὸς ἄγεσθαι, ἔϋ πλήσασα χιτώνων.
Iliad 16.224: χλαινάων τ’ ἀνεμοσκεπέων, ούλων τε ταπήτων:
Iliad 16.225: ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον: οὐδέ τις ἄλλος
Other texts (13 passages)
Scholia group: msAext
msAext 16.210r1: αποστροφη λόγου ἀπο τοῦ διηγηματικοῦ επι το μιμητικόν ⁑
Comments on 16.201
Scholia group: msAint
msAint 16.210r1: ταῦτα ἀφ ετέρας ἀρχῆς διασταλτέον δε ἐπι τὸ νηλεες ⁑
Comments on 16.205
msAint 16.210r2: στικτέον μᾶλλον γὰρ ἐμφαίνει ⁑
Comments on 16.217
Scholia group: msAil
msAil 16.210r1: υπο παντ την της οργης χρόνην
Comments on 16.201@μηνιθμὸν
Scholia group: msAim
msAim 16.210r1: Ἀρισταρχος ϊακῶς θαμὰ βαζετε ⁑
Comments on 16.207
msAim 16.210r2: γράφεται θωρήσσοντο
Comments on 16.218
msAim 16.210r3: Ζηνοδοτος καὶ Ἀριστοφανης θῆκ’ ἐπι νηὸς ἰόντι ⁑
Comments on 16.223
Scholia group: msA
msA 16.210r1: πανθ’ ὑπομηνιθμὸν: ἡ διπλῆ ὅτι Ζηνόδοτος ἕν ποιῶν γράφει χωρὶς τοῦ ϊ μητιάασθαι λαμβάνων ἀπο τῆς μήτιδος οἷον ἐβουλεύεσθε γίνεται δὲ ἀδιανόητον διὸ δεῖ σὺν τῷ ϊ γράφειν ῇτιάασθε . καὶ ὅτι πὰνθ’ ὑπομηνιθμὸν ἤτοι μετα πάσης μήνιδος καὶ χόλου, ἠ κατὰ πάντα τὸν τῆς μήνιδος χρόνον ⁑
Comments on 16.202
msA 16.210r2: σχέτλιε Πηλεος ὑιὲ ἀπέστροφε τὸν λόγον ἀπο τοῦ διηγηματος ἐπι τὸ μημητικὸν καὶ ἐλλείπει τὸ τάδε λέγων ἕκαστος ἐμὲ ᾐτιάασθε : καὶ ὅτι χόλω ἀρσενικῶς ἀντι τοῦ χολῇ ὑπερβολικῶς οὐ γάλακτι ἀλλὰ σχολῇ ⁑
Comments on 16.203
msA 16.210r3: ταῦτά μ’ ἀγειρόμενοι: ἐπι τὴν τα συλλαβὴν ὀξεῖα ἐγκλιτικὴ γάρ ἐστιν ἡ με ταῦτά με ἀγειρόμενοι . οὕτως καὶ Ἀρίσταρχος . ὁ μέντοι Κρατήτιος Ἑρμείας τὸ ἅμα λέγει ἐγκεῖσθαι. οὕτω δὲ δώσει καὶ δια τοῦ θ τὴν γραφὴν οὐκ έχουσαν οὔτως ⁑
Comments on 16.207
msA 16.210r4: μᾶλλον δὲ στίχες ἄρθεν: Ἀρισταρχος δασύνει. δεῖ δὲ ψιλοῦν ὡς ἐπεδείξαμεν ἐν τῆι ῥαψωιδίαι δια λαμβάνονεντες περι τοῦ ἄρσαντες κατα θύμον ⁑
Comments on 16.211
msA 16.210r5: ‡καλῆς δαιδαλέης: ὅτι οὐ δωδεκαταῖον ἀπέλειπε τὸν Ἀχιλλέα γεννήσασα ἡ Θετίς καθάπερ οἱ νεώτεροι ποιηταὶ ἀλλὰ συνεβίου Πηλεῖ . ἐκπέμπει γ’οὖν ἐπι τὸν πόλεμον Ἀχιλλέα καὶ φησὶν. τὸνδ’ οὐχ ὑποδεξομαι αὖτις, οἴκαδὲ νοστήσαντα δωμοιο Πη ὡς ἂν ἐπι τοῦ οἴκου μένουσα ⁑
Comments on 16.222
msA 16.210r6: οὔλων τε ταπήτων: ούλων ὡς δούλων : προείρηται δὲ ἡμῖν τὰ τῆς ἀναλογίας
Comments on 16.224
previous | next |
---|---|
msA 209v | msA 210v |