Venetus A (Marciana 454 = 822), folio 210, verso

previousnext
msA 210rmsA 211r

Iliad text (25 lines)


Iliad 16.226: οὔτ’ ἀνδρῶν πίνεσκεν ἀπ’ αὐτοῦ αἴθοπα οἶνον.


Iliad 16.227: οὔτέ τεῳ σπένδεσκε θεῶν. ὅτι μὴ Διῒ πατρί


Iliad 16.228: τό ῥα τότ’ ἐκ χηλοῖο λαβὼν, ἐκάθῃρε θεείῳ


Iliad 16.229: πρῶτον. ἔπειτα δ’ ένιψ’ ὕδατος καλῇσι ῥοῇσι:


Iliad 16.230: νίψατο δ’ αὐτὸς χεῖρας. ἀφύσσατο δ’ αίθοπα οἶνον:


Iliad 16.231: εὔχετ’ ἔπειτα στὰς μέσῳ έρκεϊ: λεῖβε δὲ οἶνον,


Iliad 16.232: οὐρανὸν εἰσἀνιδών. Δία δ’ οὐ λάθε τερπικέραυνον.


Iliad 16.233: Ζεῦ άνα: Δωδωναῖε , Πελασγικὲ , τηλόθι ναίων,


Iliad 16.234: Δωδώνης μεδέων δυσχειμέρου. ἀμφὶ δὲ, Σελλοὶ


Iliad 16.235: σοὶ ναίουσ’ ὑποφῆται. ἀνιπτόποδες. χαμαιεῦναι.


Iliad 16.236: ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο:


Iliad 16.237: τίμησας μὲν ἐμὲ, μέγα δ’ ΐψαο λαὸν Ἀχαιῶν :


Iliad 16.238: ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ.


Iliad 16.239: αὐτὸς μὲν γὰρ ἐγὼ μενέω, νηῶν ἐν ἀγῶνι.


Iliad 16.240: ἂλλ’ ἕταρον πέμπω πολέσιν μετα Μυρμιδόνεσσι


Iliad 16.241: μάρνασθαι. τῷ κῦδος ἅμα πρόἑς εὐρύοπα Ζεῦ .


Iliad 16.242: θάρσυνον δέ οἱ ἦτορ ἐνὶ φρεσὶν. ὄφρα καὶ Ἕκτωρ


Iliad 16.243: εἴσεται. ἦρα καὶ οἶος ἐπίστηται πολεμίζειν


Iliad 16.244: ἡμέτερος θεράπων. ἤ οἱ τότε χεῖρες ἄαπτοι:


Iliad 16.245: μαίνονθ’, ὁππότ’ ἐγώ περ, ΐω μετὰ μῶλον Ἄρηος :


Iliad 16.246: αὐτὰρ ἐπεί κ’ ἀπο ναῦφι μάχην ἐνοπήν τε δίηται.


Iliad 16.247: ἀσκηθής μοι ἔπειτα θοὰς ἐπὶ νῆας ἵ̈κοιτο


Iliad 16.248: τεύχεσί τε ξὺν, πᾶσι. καὶ ἀγχεμάχοις ἑτάροισιν:


Iliad 16.249: ὡς έφατ’ εὐχόμενος. τοῦ δ’ ἔκλυε μητίετα Ζεύς :


Iliad 16.250: τῷ δ’ ἕτερον μὲν ἔδωκε πατὴρ, ἕτερον δ’ ἀνένευσε:


Other texts (16 passages)


Scholia group: msAext

msAext 16.210v1: ὅτε μὴ Διΐ

Comments on 16.227


Scholia group: msAil

msAil 16.210v1: οἱ Θεεσαλο Πελασγικοι λέγοντ

Comments on 16.233@Πελασγικὲ


Scholia group: msAim

msAim 16.210v1: ουτως Ἀρισταρχος ὅτι μὴ Διϊ αλλοι δὲ δια τοῦ ε ὅτε ⁑

Comments on 16.227


msAim 16.210v2: ουτως Ἀρισταρχος τό ρα δια τοῦ ἑνὸς ρ ⁑

Comments on 16.228


msAim 16.210v3: βαρέως το ΐω ῥῆμα δισύλλαβον ὁ γὰρ πὲρ συνδ ⁑

Comments on 16.245


Scholia group: msA

msA 16.210v1: ‡ Ζεῦ ἄνα Δωδωναῖε : ἐν χωρίωι τῶι Ὑπερβὸρωι τῆι Δωδώνηι τιμώμεναι . Δωδώναι δὲ δύο ἡ μὲν θαλασσίας: ἡ δὲ Μολοσσίας . τινὲς δὲ Δωδώνην τὴν γῆν παρ’ ὅσον πάντα δίδωσιν. δυσχείμερον δὲ ὅτι πάγοις καὶ κρυμοῖς ὑπο τοῦ ουνου συνέχεται: τίς δὲ ἐστιν ὁ τοῦ Δωδωναίου Διὸς λόγος καὶ τῶν τόπων ἐξ ὧν αὐτὸς ἐπικαλεῖται οὕτως: Δευκαλίων μετα τὸν επ αυτοῦ γενόμενον κατα κλυσμὸν παραγενόμενος εἰς τὴν ἤπειρον ἐμαντεύετο ἔπι τῆι δρυΐ πελειάδος δὲ χρησμὸν αὐτῶι δούσης κατοικίζει τὸν τόπον συνθροίσας τοὺς περλειφθέντας ἀπο τοῦ κατακλυσμοῦ καὶ ἀπο τοῦ Διὸς καὶ Δωδώνης μιᾶς τῶν Ὠκεανίδων ΔωΔώνην τὴν χώραν προσηγόρευσεν ἡ ϊστορία παρὰ Θρασυβουλῳ καὶ Ἀκεστοδώρῳ ⁑

Comments on 16.233


msA 16.210v2: Πελασγικε: Πελασγία πρότερον ἡ Θεσσαλία ἐκαλεῖτο ἐξ οῦ θαυμαστὸς καὶ ὑπο Πελασγῶν τιμώμενος. ἐπεὶ Πελασγοὶ κατῳκουν τὴν Δωδώνην ἐκβληθέντες ἀπο Βοιωτίας ὑπὸ Αἰολέων ⁑

Comments on 16.233


msA 16.210v3: Δωδώνης μεδέων προσ τὸ τῆς γραφῆς ἀμφίβολον: οἱ μὲν γὰρ Σελλούς οἱ δὲ Ἐλλούς ἐξεδέξαντο. δεῖ δὲ νοεῖν ὡς ἐστιν ἐκ πλήρους Σελλοί : καὶ γὰρ ὁ συνορίζων τοῖς τόποις ποταμὸς Σελλήεις ἀφ οὗ εἰκὸς τοὺς παροίκους Σελλους καλεῖσθαι ⁑

Comments on 16.234


msA 16.210v4: ἀμφι δε Σελλοὶ. ὁ μὲν Πίνδαρος Ἐλλοὺς αὐτοὺς οἵεται δεῖ δὲ ἀπο τοῦ σ ἄρχεσθαι τὴν λέξιν ἀπο Σελλήεντος ποταμοῦ, ὀξύνεται δὲ τὸ ὄνομα. τὰ γὰρ εὶς λος ἑτέρῳ λ παραληγόμενα οὗ τὸ α μὴ προηγεῖται ὀξύνεται κιλλός εἶδος χρώματος ἐν Στεφανοπολίσιν Εὐβούλου εὐχρών τι κιλλὼν μανθάνεις θεριστριον πολλός , κυλλός , ἐλλός ἠ σελλός ἀμφι δὲ σελλοί . σκελλός , φελλός τὸ προσηγορικόν. τὸ δὲ Γάλλος καὶ ἄλλος τὸ α ἔχει προ τοῦ λ ἔτι δὲ τὸ ἄλλος καὶ ὡς ἐπιμεριζόμενον βαρύνεται ⁑

Comments on 16.234


msA 16.210v5: Σελλοί: Πίνδαρος Ἐλλοί χωρὶς τοῦ σ ἀπο Ελλοῦ του δρυτόμου ᾧ φασὶ τὴν περιστερὰν πρώτην καταδεῖξαι τὸ μαντεῖον ⁑

Comments on 16.234


msA 16.210v6: ὑποφῆται: ὑπομάντεις ἱερεῖς ὅ ἐστι χρησμῶιδοί θεολόγοι προφῆται προφητας γὰρ λέγουσι τοὺς περι τὰ χρηστήρια ἀσχολουμένους καὶ τὰς μαντείας γινομένας ὐπὸ τοῦ ϊερέων ἐκφεροντας ⁑

Comments on 16.235


msA 16.210v7: ἀνιπτόποδες: ἤτοι βάρβαροι σκληρῶς τε καὶ νομαδικῶς ζῶντες ταύτην ἔχοντες δίαιταν ὡς μηδε ἀπονίζεσθαι τοὺς πόδας δια τὸ μὴ παραδέξασθαι τὴν ἐκ τοῦ πρώτου υἱου μεταβολήν. ἠ τοῦτο ἔκ τινος ἔθους ἐπι τιμῇ τοῦ θεοῦ ποιοῦντες. ἐνιοι γὰρ καὶ λουτρῶν ἀπέχονται καὶ τῆς τοιαύτης ἐπιμελειας: τινὲς δὲ αὐτοὺς δια τουτο λεγουσι ἀνιπτόποδας ὅτι οὐκ ἐξιᾶσιν ἔξω τοῦ ἱεροῦ διὸ οὔτε ἀπολούεσθαι ἀνάγκην ἔχουσιν: ἀνδρῶν δὲ ἐν ἱστορίαις φησὶν οὕτως κληθῆναι. ἐπεὶ φιλοπτόλεμοι ὄντες οὕτως ἑαυτοὺς ἐσκληραγώγουν: Ἀλέξανδρος δέ φησιν ὁ πλευρώνιος ἔθνος εἶναι τὸν ελλὸν ἀπόγονον τυρρηνῶν καὶ δια πατρῶιον ἔθος οὕτως τὸν Δια θρησκεύειν ⁑

Comments on 16.235


msA 16.210v8: ἠ μὲν δή ποτ’ ἐμὸν: ἡ διπλῆ, ὅτι οὐ προσυνέσταται περι τῆς τῶν Ἀχαιῶν κακῶσεως εὐχόμενος, οὐδε κατ ευχὴν τετίμηνται ἀλλα δια τὰς τῆς Θέτιδος λιτάς. διὸ ἀθετητέον τὸν ἑξῆς τίμησας μὲν ἐμὲ καθολικῶς γὰρ λέγει καὶ οὐκ αφωρισμένον ἀναφέρει καιρὸν τὸν τῆς μήνιδος ⁑

Comments on 16.236


msA 16.210v9: τιμήσας μὲν ἐμε: ὁ μὲν ὀβελὸς, προς τὴν προειρημένην ἀθέτησιν. ὁ δε ἀστερίσκος ὅτι εκ τῆς τοῦ Χρυσου εὐχῆς μετενήνεκται ⁑

Comments on 16.237


msA 16.210v10: εἴσεται ῆ ρα καὶ οἷος: ἡ διπλῆ ὅτι Ζηνόδοτος γράφει ἐπιστέαται : ἀγνοεῖ δὲ ὅτι τὰ τοιαῦτα ῥήματα πληθυντικὰ ἐστι καὶ νῦν ἀναλογον ἕξει τὸ ἐπιστέαται τῷ ἐπίστανται ὅπερ οὐ συμφωνεῖ. ὅτι οὖν ἀντὶ τοῦ ἐπίσταται καὶ μετείληπται τὸ α εἰς τὸ η ⁑

Comments on 16.243


msA 16.210v11: τευχεσί τε συμ πᾶσι κατα παράθεσιν ἐδεξάμεθα ἐνθάδε τὴν συν πρόθεσιν δια τὴν διαστο τὴν προς τοὺς ἑτέρους. διὸ προπερισπᾶται τὸ πᾶσι συν τεύχεσι πᾶσι καὶ τοῖς ἑτέροις ἔστι μέντοι καὶ σύνθετον ποτὲ καὶ τρίτη ἀπο τέλους ἔσται ἡ οξεῖα ἀπευθείας τῆς σύμπαντες καὶ αιτιατικῆς τῆς σύμπαντας τοῖσδ’ οὔτι δυνήσεαι ἀχνύμενος . καὶ οὕτως ἀνεγνώσθη τὸ σύμπασι Πυλίοισι : καὶ δῆλον ὅτι ἐνθάδε μὲν ἡ γραφὴ. δια τοῦ μ ἐστιν ἐπεὶ καὶ σύνθεσιν. ἐν δὲ τῷ τεύχεσί τε ξὺν πᾶσι , φυλάξει τὸ ν ἑαυτῆς ἡ πρόθεσις δια τὴν παράθεσιν ⁑

Comments on 16.248


previousnext
msA 210rmsA 211r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1