Venetus A (Marciana 454 = 822), folio 211, recto

previousnext
msA 210vmsA 211v

Iliad text (25 lines)


Iliad 16.251: νηῶν μὲν οἱ ἀπώσασθαι πόλεμόν τε μάχην τε


Iliad 16.252: δῶκε: σόον δ’ ἀνένευσε μάχης ἐξαπονέεσθαι:


Iliad 16.253: ἤτοι ὁ μὲν σπείσας τε καὶ εὐξάμενος Διῒ πτρ


Iliad 16.254: ὰψ κλισίην εἰσῆλθε. δέπας δ’ ἀπέθηκ’ ἐνι χηλῷ.


Iliad 16.255: στῆ δὲ πάροιθ’ ἐλθὼν κλισίης. ἔτι δ’ ἤθελε θυμῷ


Iliad 16.256: εἰσϊδέειν Τρώων καὶ Ἀχαιῶν φύλοπιν αἰνήν:


Iliad 16.257: Οἱ δ’ ἅμα Πατρόκλῳ μεγαλήτορι θωρηχθέντες


Iliad 16.258: ἔστιχον. ὄφρ’ ἐν Τρωσὶ μέγα φρονέοντες ὄρουσαν:


Iliad 16.259: αὐτίκα δὲ σφήκεσσιν ἐοικότες ἐξεχέοντο


Iliad 16.260: εἰνοδίοις, οὓς παῖδες ἐριδμαίνωσιν ἔθοντες.


Iliad 16.261: αἰεὶ κερτομέοντες. ὁδῷ ἔπι οἰκί’ ἔχοντας.

Commented on by msAint 16.211r1


Iliad 16.262: νηπίαχοι. ξυνὸν δὲ κακὸν πολέεσσι τιθεῖσι:


Iliad 16.263: τοὺς δ’ εἴ περ παρά τίς τε κιὼν ἄνθρωπος ὁδίτης


Iliad 16.264: κινήσῃ ἀἕκων. οἱ δ’ ἄλκιμον ῆτορ ἔχοντες.


Iliad 16.265: πρόσσω πᾶς πέτεται, καὶ ἀμύνει οῖσι τέκεσσι:


Iliad 16.266: τῶν τότε Μυρμιδόνες κραδίην καὶ θυμὸν ἔχοντες.


Iliad 16.267: ἐκ νηῶν ἐχέοντο. βοὴ δ’ ἄσβεστος ὀρώρει:


Iliad 16.268: Πάτροκλος δ’ ἑτάροισιν ἐκέκλετο, μακρὸν ἀΰσας.


Iliad 16.269: Μυρμιδόνες, ἕταροι Πηληϊάδεω Ἀχιλῆος .


Iliad 16.270: ἀνέρες ἔστε φίλοι. μνήσασθε δὲ θούριδος ἀλκῆς.


Iliad 16.271: ὡς ἂν Πηλειδην τιμήσομεν, ὃς μέγ’ ἄριστος


Iliad 16.272: Ἀργείων παρὰ νηυσὶ. καὶ ἀγχέμαχοι θεράποντες.


Iliad 16.273: γνῷ δὲ καὶ Ἀτρείδης εὐρὺ κρείων Ἀγαμέμνων


Iliad 16.274: ἣν άτην, ὅ τ’ ἄριστον Ἀχαιῶν . οὐδὲν ἔτισεν:


Iliad 16.275: ώς εἰπὼν, ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.


Other texts (11 passages)


Scholia group: msAext

msAext 16.211r1: ἔθοντες

Comments on 16.260


Scholia group: msAint

msAint 16.211r1: ἠθετηκε καὶ Ἀριστοφάνης

Comments on 16.261


Scholia group: msAil

msAil 16.211r1: ἄριστοι εἰσὶ δῆλον:

Comments on 16.272@ἀγχεμάχοι


Scholia group: msAim

msAim 16.211r1: διχῶς γράφεται καὶ σόον καὶ σάον

Comments on 16.252


msAim 16.211r2: ουτως ἀπέθηκε δια τοῦ α

Comments on 16.254


msAim 16.211r3: Ἀρισταρχος έχοντες δια του ᾶς ἅπας ⁑

Comments on 16.261


msAim 16.211r4: προπερισπᾶται προείρηται δέ ⁑

Comments on 16.262


Scholia group: msA

msA 16.211r1: εἰνοδίοις οὓς παῖδες ὅτι τὴν αὐτὴν διάνοιαν ἐχει τὸ ἑξῆς καὶ ὑγιεστερον εἴρηται ⁑

Comments on 16.260


msA 16.211r2: αἰεὶ κερτομέοντες ἀθετεῖται τὸ κερτομεῖν οὐ τίθησιν ἐπὶ τοῦ δι έργων ἐρεθίζειν ἄλλα δια λόγων καὶ ὅτι δια του προειρημένου στίχου ταυτὸν εἴρηται τὸ γὰρ εἰνόδιον ταυτόν ἐστι τὸ ὁδῷ ἐπι οικί ἔχοντας : καὶ τὸ ἐριδμαίνωσι τῷ κερτομέοντας . καὶ τὸ αἰεὶ τὸ ἔθοντες ἐξ έθους συνεχῶς ἐπι φοιτῶντες ⁑

Comments on 16.261


msA 16.211r3: πρόσσω πᾶς πέτεται ὅτι πληθυντικῶς εἰπὼν οἱ δ’ ἄλκιμον ῆτορ ἔχοντες ἑνικὸν ἐπιφέρει πᾶς πετεται δια τὸ τὴν ἔννοιαν τοῦ πᾶς πληθυντικὴν εῖναι μόνον γὰρ τὸ σχῆμα ἑνικὸν ὅμοιον τὸ ἀγρόμενοι πᾶς δῆμος ⁑

Comments on 16.265


msA 16.211r4: ἣν ἄτην: ὅτι τὸ δεν παρέλκεται ἔστι γὰρ ὅτι τὸν ἀόριστὸν τῶν Ἀχαιῶν οὐκ ἔτισεν⁑

Comments on 16.274


previousnext
msA 210vmsA 211v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1