Venetus A (Marciana 454 = 822), folio 212, recto
previous | next |
---|---|
msA 211v | msA 212v |
Iliad text (25 lines)
Iliad 16.301: ὡς Δαναοὶ . νηῶν μὲν ἀπωσάμενοι δήϊον πῦρ.
Iliad 16.302: τυτθὸν ἀνέπνευσαν. πολέμου δ’ οὐ γίνετ’ ἐρωή:
Iliad 16.303: οὐ γάρ πώ τι Τρῶες ἀρηϊφίλων ὑπ’ Ἀχαιῶν
Iliad 16.304: προτροπάδην φοβέοντο μελαινάων ἀπὸ νηῶν.
Iliad 16.305: ἂλλ’ ἔτ’ ἂρ, ἀνθίσταντο, νεῶν δ’ ὑποεῖκον ἀνάγκῃ:
Commented on by msAint 16.212r1, msAext 16.212r1
Iliad 16.306: Ἔνθα δ’ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
Iliad 16.307: ἡγεμόνων. πρῶτος δὲ Μενοιτίου ἄλκιμος υἱὸς
Commented on by msAint 16.212r2
Iliad 16.308: αὐτίκ’ άρα στρεφθέντος Ἀρηϊλύκου βάλε μηρὸν
Iliad 16.309: ἔγχεϊ ὀξυόεντι. δια πρὸ δὲ χαλκὸν ἔλασσε:
Iliad 16.310: ῥῆξεν δ’ ὀστέον ἔγχος, ὁ δὲ πρηνὴς ἐπὶ γαίηϛ
Iliad 16.311: κάππεσ’: ἀτὰρ Μενέλαος ἀρήϊος οῦτα Θόαντα
Commented on by msAim 16.212r1
Iliad 16.312: στέρνον γυμνωθέντα παρ’, ἀσπίδα: λῦσε δὲ γυῖα:
Iliad 16.313: Φυλείδης δ’ Ἄμφικλον ἐφορμηθέντα δοκεύσας
Iliad 16.314: έφθη ὀρεξάμενος πρυμνὸν σκέλος, ἔνθα πάχιστος
Iliad 16.315: μυιὼν ἀνθρώπου πέλεται: περὶ δ’ ἔγχεος αἰχμῇ
Commented on by msAint 16.212r3
Iliad 16.316: νεῦρα διεσχίσθη. τὸν δὲ σκότος ὄσσε κάλυψε.
Iliad 16.317: Νεστορίδαι δ’, ὁ μὲν ούτασ’ Ἀτύμνιον ὀξέϊ δουρὶ
Commented on by msAint 16.212r4, msAim 16.212r2
Iliad 16.318: Ἀντίλοχος , λαπάρης δὲ διήλασε χάλκεον ἔγχος.
Iliad 16.319: ήριπε δὲ προπάροιθε, Μάρις δ’ αὐτοσχεδὰ δουρὶ
Iliad 16.320: Ἀντιλόχῳ ἐπόρουσε κασιγνήτοιο χολωθεὶς.
Iliad 16.321: στὰς πρόσθεν νέκυος, τοῦ δ’ ἀντίθεος Θρασυμήδης
Iliad 16.322: ἔφθη ὀρεξάμενος πρὶν ουτάσαι, οὐδ’ ἀφάμαρτεν.
Iliad 16.323: ὦμον ἄφαρ: πρυμνὸν δὲ βραχίονα δουρὸς ἀκωκὴ
Iliad 16.324: δρύψ’ ἀπὸ μυιώνων. ἀπο δ’ ὀστέον ἄχρις ἄραξε:
Iliad 16.325: δούπησεν δὲ πεσών, κατὰ δὲ σκότος ὄσσε κάλυψεν.
Other texts (10 passages)
Scholia group: msAext
msAext 16.212r1: ὑποεἴκον
Comments on 16.305
Scholia group: msAint
msAint 16.212r1: ζητῶ περι τοῦ τόνου τοῦ ὑποεῖκον πῶς δεῖ ἀναγινώσκειν ⁑
Comments on 16.305
msAint 16.212r2: τὸ ἡγεμόνων βέλτιον ἡ συνηθεια τῆς ἄνω προσνέμει ⁑
Comments on 16.307
msAint 16.212r3: μῦιες καλοῦνται αἱ συνεστραμμέναι σάρκαι ⁑⁑
Comments on 16.315
msAint 16.212r4: μετὰ τὸν δε συνδεσμον διασταλτεόν ⁑
Comments on 16.317
Scholia group: msAim
msAim 16.212r1: προς τὴν ὁμωνυμίαν ὅτι Τρωϊκος ὁ Θόας ουτος ⁑
Comments on 16.311
Scholia group: msA
msA 16.212r1: ἀνθ ἵσταντο: ἕν εστι τὸ ἀνθίσταντο οὐχι ἄντα ἐπίρρημα καὶ ἵσταντο ὥς τινες⁑
Comments on 16.305
msA 16.212r2: αὐτίκ’ ἄρα στρεφθέντος, τοῦτο καὶ απ άλλης ἀρχῆς δύναται λέγεσθαι ἵνα στίζωμεν ἐπὶ τὸ υἱὸς κοινὸν δὲ νοηθήσεται κατ εκείνης τῆς διανοίας τὸ ἕλεν ⁑
Comments on 16.308
msA 16.212r3: Νεστορίδαι δ’, ὁ μὲν οὔτασ’ προς τὸ σχήμα: ὅτι ἀντι τοῦ Νεστοριδῶν : ὁ μὲν Ἀντίλοχος οὔτασεν Ἀτυμνιον : ὁ δε Θρασυμήδης Μάριν ⁑
Comments on 16.317
msA 16.212r4: ἄχρις ἄραξε: Ἀρίσταρχος ὡς μεχρις ἀνεγίνωσκε παρ’ ὃ καὶ ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν ὡς τὰ εἰς ις ἐπίρρηματα δισύλλαβα βαρύνεται ὡς ἐχει τὸ ἄνις : ἅλις : μόγις : ἄχρις : αὖθις . ὀξύνεται δὲ τὸ χωρὶς καὶ ἀμφὶς . δι’ ὅτι μακρὰν ἔσχεν ἤτοι φύσει ἠ θέσει. τὰ μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἠ τὴν κοινὴν καλουμένην ἥτις ἐδύνατο σχεδὸν βραχεῖα εἶναι δι ὃ ἐμάχετο τὸ αὖθι βαρυνόμενον. δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατα τὸ τέλος. αὖθις αὖθι αὖθιν : τὸ δε τοιοῦτον ἑωράτο καὶ ἐπι τοῦ πέρυσι βαρυνομένου⁑
Comments on 16.324
previous | next |
---|---|
msA 211v | msA 212v |