Venetus A (Marciana 454 = 822), folio 212, verso

previousnext
msA 212rmsA 213r

Iliad text (25 lines)


Iliad 16.326: ὡς τὼ μὲν δοιοῖσι κασιγνήτοισι δαμέντε

Commented on by msA 16.212v1


Iliad 16.327: βήτην εἰς Ἔρεβος , Σαρπηδόνος ἐσθλοὶ ἑταῖροι.


Iliad 16.328: υἷες ἀκοντισταὶ Ἀμισωδάρου, ὅς ῥα Χίμαιραν


Iliad 16.329: θρέψεν ἀμαιμακέτην. πολέσιν κακὸν ἀνθρώποισιν:


Iliad 16.330: Αἴας δὲ Κλεόβουλον Ὀϊλιάδης ἐπορούσᾱς


Iliad 16.331: ζωὸν ἕλε. βλαφθέντα κατὰ κλόνον: ἀλλά οἱ αὖθι


Iliad 16.332: λῦσε μένος, πλήξας ξίφει αὐχένα κωπήεντι.


Iliad 16.333: πᾶν δ’ ὑπεθερμάνθη ξίφος αἵματι. τὸν δὲ κατ’ ὄσσε


Iliad 16.334: ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.


Iliad 16.335: Πηνέλεως δὲ Λύκων τε συνέδραμον: ἔγχεσι μὲν γὰρ


Iliad 16.336: ἤμβροτον ἀλλήλων, μέλεον δ’ ἠκόντισαν ἄμφω:

Commented on by msA 16.212v2


Iliad 16.337: τὼ δ’ αὖτις ξιφέεσσι συνέδραμον. ἔνθα Λύκων μὲν


Iliad 16.338: ἱ¨πποκόμου κόρυθος φάλον ήλασεν, ἀμφὶ δὲ καλὸν


Iliad 16.339: φάσγανον ἐρραίσθη: ὁ δ’ ὑπ’ οὔατος αὐχένα θεῖνε

Commented on by msA 16.212v3


Iliad 16.340: Πηνέλεως , πᾶν δ’ εἴσω ἔδυ ξίφος, ἔσχεθε δ’ οῖον


Iliad 16.341: δέρμα: παρηέρθη δὲ κάρη. ὑπέλυντο δὲ γυῖα:


Iliad 16.342: Μηριόνης δ’ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι:

Commented on by msA 16.212v4


Iliad 16.343: νύξ’. ἵππων ἐπιβησόμενον, κατα δεξιὸν ὦμον.


Iliad 16.344: ήριπε δ’ ἐξ ὀχέων. κατὰ δ’ ὀφθαλμῶν κέχυτ’ ἀχλύς:


Iliad 16.345: ᾿Ϊδομενεὺς δ’ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ,


Iliad 16.346: νύξε. τὸ δ’ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε


Iliad 16.347: νέρθεν ὑπ’ ἐγκεφάλοιο. κέασσε δ’ ὰρ’ ὀστέα λευκά.


Iliad 16.348: ἐκ δ’ ἐτίναχθεν ὀδόντες. ἐνέπλησθεν δέ οἱ ἄμφω


Iliad 16.349: αἵματος ὀφθαλμοὶ. τὸ δ’ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας

Commented on by msA 16.212v5


Iliad 16.350: πρῆσε χανὼν. θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.


Other texts (6 passages)


Scholia group: msAil

msAil 16.212v1: μάταιον

Comments on 16.336@μέλεον


Scholia group: msA

msA 16.212v1: ὡς τὼ μὲν δοιοῖσι κασιγνήτοισι ἡ διπλῆ ὅτι πτῶσις ἤλλακται δοτικῆ ἀντι γενικῆς. καὶ ἡ ὑπό πρόθεσις παρεῖται ἔστι γὰρ ἀντι τοῦ ὡς τὼ μὲν ὑπὸ δοιῶν κασιγνήτων δαμέντε⁑

Comments on 16.326


msA 16.212v2: ἤνβροτον ἀλλήλων μέλεον δ ἠκοντισαν ὅτι μέλεον ἀντι τοῦ μελέως ματαίως. καὶ δια παντὸς οὕτως Ὅμηρος χρῆται: οἱδε τραγικοὶ ἐπι τοῦ οἴκτρου καὶ τάλανος καὶ ἡ συνήθεια πρὸς οὕς καὶ ἡ σημείωσις⁑

Comments on 16.336


msA 16.212v3: θεῖνε ἀντι παρῳχημένου τοῦ ἐπάταξε ποικίλλει δὲ συνήθως τὰς πληγάς⁑

Comments on 16.339


msA 16.212v4: κιχείς απὸ τοῦ κίχημι , ἠ τῆς κιχὼν παθητικὸν ὡς τῆς λιπὼν ἡ λιπείς . τῆς ἐριπῶν ἡ εριπείς ⁑

Comments on 16.342


msA 16.212v5: αἵματος ὀφθαλμοὶ βραχὺ διασταλτέον ἐπι τὸ ὀφθαλμοὶ ἔσται δὲ ὁ λόγος. ἐπληρώθησαν δὲ αὐτοῦ οἱ ὀφθαλμοὶ αἵματος ὃ δὴ διά τε τοῦ στόματος καὶ τῶν ῥινῶν χανὼν ἀπεφύσησεν⁑

Comments on 16.349


previousnext
msA 212rmsA 213r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1