Venetus A (Marciana 454 = 822), folio 213, recto

previousnext
msA 212vmsA 213v

Iliad text (25 lines)


Iliad 16.351: Οὗτοι ἂρ’ ἡγεμόνες Δαναῶν , ἕλον ἄνδρα ἕκαστος:

Commented on by msAint 16.213r1, msAim 16.213r1


Iliad 16.352: ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἠ ἐρίφοισι

Commented on by msA 16.213r1


Iliad 16.353: σίνται. ὑπεκ μήλων αιρεύμενοι. αἵ τ’ ἐν όρεσσι

Commented on by msA 16.213r2, msAim 16.213r2


Iliad 16.354: ποιμένος ἀφραδίῃσι διέτμαγεν. οἱ δὲ ϊ᾿δόντες

Commented on by msA 16.213r3, msAim 16.213r3


Iliad 16.355: αῖψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας.


Iliad 16.356: ὡς Δαναοὶ Τρώεσσιν ἐπέχραον: οἱ δὲ φόβοιο


Iliad 16.357: δυσκελάδου μνήσαντο: λάθοντο δὲ θούριδος ἀλκῆς:


Iliad 16.358: Αἴας δ’ ὁ μέγας αἰὲν ἐφ’ Ἕκτορι χαλκοκορυστῇ

Commented on by msA 16.213r4, msAext 16.213r1


Iliad 16.359: ΐετ’ ἀκοντίσσαι: ὁ δὲ ϊδρείῃ πολέμοιο.


Iliad 16.360: ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους:


Iliad 16.361: σκέπτετ’ ὀϊστῶν τε ῥοῖζον καὶ δοῦπον ἀκόντων:

Commented on by msA 16.213r5


Iliad 16.362: ῆ μὲν δὴ γίνωσκε μάχης ἑτεραλκέα νίκην:


Iliad 16.363: ἀλλὰ καὶ ὡς ἀνέμιμνε, σάω δ’ ἐρίηρας ἑταίρους.


Iliad 16.364: Ὡς δ’ ὅτ’ ἀπ’ Οὐλύμπου νέφος ἔρχεται οὐρανὸν εἴσω,

Commented on by msA 16.213r6


Iliad 16.365: αἰθέρος ἐκ δῑ´ης. ὅτε τε Ζεὺς λαίλαπα τείνῃ.

Commented on by msA 16.213r7, msA 16.213r8


Iliad 16.366: ὡς τῶν ἐκ νηῶν γένετο ἰ¨αχή τε φόβος τε:


Iliad 16.367: οὐδὲ κατὰ μοῖραν πέραον πάλιν: Ἕκτορα δ’ ἵ¨πποι


Iliad 16.368: ἔκφερον ὠκύποδες σὺν τεύχεσι: λεῖπε δὲ λαὸν


Iliad 16.369: Τρωϊκὸν . οὓς ἀἕκοντας ὀρυκτὴ τάφρος ἔρυκε:


Iliad 16.370: πολλοὶ δ’ ἐν τάφρῳ ἐρυσάρματες ὠκέες ἵπποι.


Iliad 16.371: άξαντ’ ἐν πρώτῳ ῥυμῷ. λίπον ἅρματ’ ἀνάκτων:

Commented on by msA 16.213r9


Iliad 16.372: Πάτροκλος δ’ ἕπετο, σφεδανὸν Δαναοῖσι κελεύων:

Commented on by msAint 16.213r2


Iliad 16.373: Τρωσὶ κακὰ φρονέων: οἱ δὲ ἰ¨αχῇ τε φόβῳ τε


Iliad 16.374: πάσᾱς πλῆσαν ὁδοὺς ἐπεὶ ὰρ τμάγεν: ὕψι δ’ ἀέλλη

Commented on by msAim 16.213r4


Iliad 16.375: σκίδναθ’ ὑπαὶ νεφέων. τανύοντο δὲ μώνυχες ἵ¨πποι


Other texts (18 passages)


Scholia group: msAext

msAext 16.213r1: Αἴας

Comments on 16.358


Scholia group: msAint

msAint 16.213r1: βραχὺ διασταλτἐον Δαναοὶ διὰ τὸ ἀπεμφαινον ⁑

Comments on 16.351


msAint 16.213r2: οὕτως ὡς σφοδρὸν προεἰρηται ⁑

Comments on 16.372


Scholia group: msAil

msAil 16.213r1: καὶ τουτο δια τοῦ ε

Comments on 16.374@τμάγεν


msAil 16.213r2: υπο τὰ νέφη: ἠ ὑπο τῶν ἀνέμων ⁑

Comments on 16.377@ὑπαὶ


Scholia group: msAim

msAim 16.213r1: ἐν αλλωι ἄνδρας ἀριστους

Comments on 16.351


msAim 16.213r2: ουτως αἵ θηλυκῶς αἱ ὀϊες

Comments on 16.353


msAim 16.213r3: ουτω διὰ τοῦ ε διετμαγεν

Comments on 16.354


msAim 16.213r4: ὁ κονιορτ

Comments on 16.374


Scholia group: msA

msA 16.213r1: ὡς δε λύκοι ἄρνεσιν ἐπεχραον ὅτ ἄν ἐνὸς ἔφοδον δηλῶσαι θέλει , λἐοντα εἰς τὴν εἰκὸνα παραλαμβάνει, ἤτοι ὁ μὲν πρώτεσσι βόεσσι νῦν δὲ τὴν τοῦ πλήθους ἔφοδον ἐμφῆναι βουληθείς , τὰ ἀγεληδὸν ἐφορμῶντα ζὼα. παρέλαβε τοὺς λύκους⁑

Comments on 16.352


msA 16.213r2: ὑπεκ μήλων μήλων προβάτων καὶ αἰγῶν ἐν ἄλλοις μῆλ’ ὕεστε καὶ αῖγες . πρόβατα πάντα ἐκάλουν τὰ θρέμματα οἱ παλαιοι καὶ εὔπολις προβατικὸν χορὸν φησὶ τὸν ἐξ αιγῶν⁑

Comments on 16.353


msA 16.213r3: ποιμένος ἀφραδίηισι διέτμαγεν ἡ διπλῆ, ὅτι οὕτως δεῖ γράφειν διετμαγεν ὡς κόσμηθεν ἵν’ ηἶ διετμάγησαν παθητικῶς. τὸ γὰρ διἐτμαγον ἐνεργητικόν ἐστιν⁑

Comments on 16.354


msA 16.213r4: αἴας δ’ ὁ μέγας ἡ διπλῆ, ὅτι συγκριτικῶς λέγεται πρὸσ τὸν ἕτερον αἴαντα ὁ μέγας ὁ τελαμώνιος ἐπεὶ εκεῖνος μείων⁑

Comments on 16.358


msA 16.213r5: σκἐπετ’ ὀϊστῶν ὅτι τὸ σκέπτετο ἴσον τῶι οῖον ἀπεσκόπευε , καὶ παρετήρει εἰσ τὸ μὴ πληγῆναι ⁑

Comments on 16.361


msA 16.213r6: ὡς δ’ ὅτ’ ἀπ’ οὐλύμπου ὅτι σαφῶς οὐκ έστιν ὄλυμπος καὶ οὐρανὸς ὁ αὐτός. ὡς γὰρ ἀφ ετέρου ἐφ έτερον φησὶ ν νέφος ἔρχεσθαι, οὐδἐ μιν τὀπος ἐπούρανιος ὁ γὰρ ὅμηρος ἀπο τῶν γινωσκομένων πᾶσι ποιεῖται τὰς ὁμοιώσεις. καταλείπεται τοίνυν τὸ ὄρος σημαίνεσθαι καὶ γὰρ ἀπο τῶν ορῶν λέγει τὰ συνεστῶτα νέφη μεταχωρεῖν. ὡς δ’ ὁτ’ ἀφ’ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσηι πυκινὸν νένος: τοι γαρ οὖν καὶ ὅταν λέγει ὡς δ’ ὅτ’ ἀπ’ οὐλυμποιο νἐφος ἔρχεται ἀπο οὐρους σημαίνει⁑

Comments on 16.364


msA 16.213r7: αἰθέροι ἐκ δίης τοῦτο ἑκατέροις δύναται προςδίδοσθαι τὸ μέντοι ζήτημα ὁμοίως μἐνει ἀέρος γὰρ πάθη ταῦτα: τάχα οὖν κεῖται ὁ αἰθὴρ αντι τοῦ ἀερός⁑

Comments on 16.365


msA 16.213r8: αἰθέρος ἐκ δίης πῶς αἰθέρος τὰ γὰρ πάθη ταῦτα περι τὸν αέρα συμβέβηκε τάχα οὖν συγχεῖται ὁ ἀήρ πρὸς τὸν αἰθέρα ὡς καὶ ἐν τῆι αἵματι μυδαλέας ἐξ αιθέρος καὶ ζεὺς δ’ ἔλαχεν οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέεσσιν οὐ γὰρ αἱ νεφέλαι ἐν τῶι αἰθέρι⁑

Comments on 16.365


msA 16.213r9: ἄξαντ’ ἐν πρώτωι ῥυμῶι ὅτι ἀντὶ τού ἄκρωι καὶ οὐχ ὡς δευτέρου ὄντος ῥυμοῦ εἷς γὰρ ἐστι: πρώτηισιν δὲ πύληισιν ἀντι τοῦ ἄκραις ⁑

Comments on 16.371


previousnext
msA 212vmsA 213v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1