Venetus A (Marciana 454 = 822), folio 213, verso
previous | next |
---|---|
msA 213r | msA 214r |
Iliad text (24 lines)
Iliad 16.376: ἄψορρον προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
Iliad 16.377: Πάτροκλος δ’ ᾗ πλεῖστον ὀρινόμενον ἴ¨δε λαὸν.
Iliad 16.378: τῇ ῥ’ ἔχ’ ὁμοκλήσας. ὑπὸ δ’ άξοσι φῶτες ἔπιπτον
Iliad 16.379: πρηνέες ἐξ ὀχέων. δίφροι δ’ ἀνακυμβαλίαζον:
Commented on by msA 16.213v1
Iliad 16.380: ἀντικρὺ δ’ ἄρα τάφρον ὑπέρθορον ὠκέες ἵ¨πποι
Iliad 16.382: πρόσσω ἱ¨έμενοι. ἐπι δ’ Ἕκτορι κέκλετο θυμὸς:
Iliad 16.383: ΐετο γὰρ βαλέειν. τὸν δ’ ἔκφερον ὠκέες ἵπποι:
Iliad 16.384: ὡς δ’ ὑπὸ λαίλαπι πᾶσα κελαινὴ βέβριθε χθὼν
Iliad 16.385: ήματ’ ὀπωρινῷ. ὅτε λαβρότατον χέει ὑδωρ
Iliad 16.386: Ζεὺς , ὅτε δὴ ἄνδρεσσι κοτεσσάμενος χαλεπήνῃ.
Iliad 16.387: οἳ βίῃ εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας:
Commented on by msAint 16.213v1
Iliad 16.388: ἐκ δὲ δίκην ἐλάσωσι. θεῶν όπιν οὐκ λέγοντες.
Iliad 16.389: τῶν δέ τε πάντες μὲν ποταμοὶ πλήθουσι ῥέοντες:
Iliad 16.390: πολλὰς δὲ κλιτῦ`ς τότ’ ἀποτμήγουσι χαράδραι.
Commented on by msA 16.213v2, msA 16.213v3
Iliad 16.391: ἐς δ’ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι.
Iliad 16.392: ἐξ ορέων ἐπικάρ. μινύθει δέ τε ἔργ’ ἀνω¯ν:
Commented on by msA 16.213v4
Iliad 16.393: ὡς ἵ¨πποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι:
Iliad 16.394: Πάτροκλος δ’ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,
Iliad 16.395: ὰψ ἐπὶ νῆας έεργε παλιμπετὲς: οὐδὲ πόληος
Iliad 16.396: εἴᾱ ἱ¨εμένους ἐπιβαινέμεν, ἀλλὰ μεσηγὺ
Iliad 16.397: νηῶν. καὶ ποταμοῦ. καὶ τείχεος ὑψηλοῖο.
Iliad 16.398: κτεῖνε μεταΐσσων. πολέων δ’ ἀπετίνυτο ποινήν:
Iliad 16.399: ἔνθ’ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
Iliad 16.400: στέρνον γυμνωθέντα παρ’ ἀσπίδα. λῦσε δὲ γυῖα:
Other texts (14 passages)
Scholia group: msAext
msAext 16.213v1: ἀνεκυμ
Comments on 16.379
msAext 16.213v2: περὶ αδικίας κριτῶν
Comments on 16.387
Scholia group: msAint
msAint 16.213v1: ὅτι ἀντὶ τοῦ δίκας ⁑
Comments on 16.387
msAint 16.213v2: ὅτι ὡς περι ἄλλου ἑπήνεγκε ὁ δὲ Θέστορα τοῦ λόγου οντος περὶ τοῦ αυτοῦ ⁑
Comments on 16.401
Scholia group: msAil
msAil 16.213v1: ἐπι κεφαλήν ⁑
Comments on 16.392@κάρ
Scholia group: msAim
msAim 16.213v1: ἐν αλλῳ ἄψορρον προτι άστυ ελιχθέντων ὑπ Ἀχαιῶν ⁑
Comments on 16.376
msAim 16.213v2: ουτως Ἀρισταρχος ἄλλοι δὲ ἀνεκυμβαλίαζον
Comments on 16.379
msAim 16.213v3: αἱ αποκλίσεις τῶν ὀρῶν ⁑
Comments on 16.390
msAim 16.213v4: ἐν αλλῷ βάλε ποιμενα λαῶν
Comments on 16.399
msAim 16.213v5: ότι ὡς περι αλλον επήνεγκεν ὁ δε Θέστορα τοῦ λόγου ὄντος περι τοῦ αὐτοῦ ⁑
Comments on 16.401
Scholia group: msA
msA 16.213v1: πρηνέες ἐξ οχέων: οὕτως Ἀρίσταρχος ἀνακυμβαλίαζον δια τοῦ α οὐ γὰρ ἑκάστοτε τὰ σύνθετα μεταβάλλει παρα τοῖς Ἴωσιν ⁑
Comments on 16.379
msA 16.213v2: πολλὰς δὲ κλιτὺς: ἐχρῆν μὲν δια τὸ κλιτύας οὐρῆας περισπᾶσθαι τὸ κλιτὺς ἀνεγνώσθη δὲ κατ οξεῖαν τάσιν ἐν εγκλίσει ὁμοίως τῷ κνημίδας ῥαπτὰς δέδετο γραπτῦς ἀλέεινων : σχο ἐν μέντοι τῇ φανερῶς τὸ γραπτῦς περισπᾷ καὶ φησὶν, ὅτι εἰη εἰρηκὼς ὡς καὶ τὸ κλιτῦς δεῖ περισπᾶσθαι ἀμφίβολος οὖν ἐφεκατέρων ὁ τόνος. εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν ἐκεῖνο ἀνθέλκει. εἰ δὲ ἐκείνοις τοῦτο πάλιν ἀντίκειται ⁑
Comments on 16.390
msA 16.213v3: χαράδραι. προ τέλους ἡ ὀξεῖα ὡς φαρέτραι προεἴρηται δὲ τὰ τῆς ἀναλογίας, οὕτως δὲ καὶ Ἀρισταρχος ⁑
Comments on 16.390
msA 16.213v4: ἐξ ορέων ἐπικαρ: ὅτι ἐπικαρα ἐστι κατ’ ἀποκοπήν. σημαίνει δὲ τὴν ἄνωθεν καταφορὰν τοῦ ὕδατος: οὐ λέγει δὲ ὁ ποιητής ποτὲ κάρα . ἀλλα κάρη . αὐτὸ δὲ τὸ κάρη τοῦ καρὴνος ἐστιν ἀποκοπή τα γαρ εἰς η οὐδέτερα ἠ δυϊκα ἐστιν ἢ πληθυντικά.
Comments on 16.392
previous | next |
---|---|
msA 213r | msA 214r |