Venetus A (Marciana 454 = 822), folio 214, recto
previous | next |
---|---|
msA 213v | msA 214v |
Iliad text (25 lines)
Iliad 16.402: δεύτεροσ ὁρμηθείς. ὁ μὲν ἐϋ ξέστῳ ἐνί δίφρῳ
Commented on by msA 16.214r1
Iliad 16.403: ἧστο ἀλεὶς, ἐκ γὰρ πλήγη φρένας, ἐκ δ’ ἄρα χειρῶν
Commented on by msAint 16.214r1, msA 16.214r2
Iliad 16.404: ηνία ἠΐχθησαν. ὁ δ’ἔγχεϊ νύξε παραστὰς
Iliad 16.405: γναθμὸν δεξιτερόν, δια δ’ αὐτοῦ πεῖρεν ὀδόντων:
Iliad 16.406: ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος, ὡς ὅτε τις. φῶς
Iliad 16.407: πέτρῃ ἐπὶ προβλῆτι καθήμενος ϊ῾ερὸν ϊ᾿χθύ`ν
Commented on by msA 16.214r3, msA 16.214r4
Iliad 16.408: ἐκ πόντοιο θύραζε λίνῳ καὶ ήνοπι χαλκῷ:
Commented on by msA 16.214r5
Iliad 16.409: ώς ἕλκ’ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ:
Iliad 16.410: κάδ δ’ ὰρ’ ἐπι στόμ’ ἔωσε: πεσόντα δέ μιν λίπε θυμός:
Iliad 16.411: αὐτὰρ ἔπειτ’ Εὐρυαλον ἐπεσσύμενον βάλε πέτρῳ
Iliad 16.412: μέσσην κακ κεφαλήν: ἡ δ’ ἄνδιχα πᾶσα κεάσθη
Iliad 16.413: ἐν κόρυθι βριαρῇ: ὁ δ’ ἄρα πρηνὴς ἐπι γαίῃ
Iliad 16.414: κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής:
Iliad 16.415: αὐτὰρ ἔπειτ’ Ἐρύμαντα καὶ Ἀμφοτερὸν . καὶ Ἐπάλτην .
Commented on by msA 16.214r6
Iliad 16.416: Τληπόλεμόν τε Δαμαστορίδην . Ἐχίον τε. Πύριν τε.
Iliad 16.417: Ϊ᾿φέα τ’. Εὔιππόν Ϊ᾿φέα τε. καὶ Ἀργεάδην Πολύμηλον .
Iliad 16.418: πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ:
Iliad 16.419: Σαρπηδὼν δ’ ὡς οὖν ΐ᾿δ’ ἀμιτροχίτωνας ἑταίρους
Iliad 16.420: χὲρσ’ ὑπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας
Iliad 16.421: κέκλετ’ ὰρ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν :
Iliad 16.422: αἰδὼς ὦ Λύκιοι . πόσε φεύγετε. νῦν θοοὶ ἔστε.
Iliad 16.423: ἀντήσω γὰρ ἐγὼ τοῦδ’ ἀνέρος. ὄφρα δαείω
Iliad 16.424: ὅς τις ὅδε κρατέει. καὶ δὴ κακὰ πολλὰ ἔοργε
Iliad 16.425: Τρῶας . ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ’ ἔλυσεν.
Iliad 16.426: Ἦ ῥα. καὶ ἐξ οχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
Other texts (9 passages)
Scholia group: msA
msA 16.214r1: δεύτερον ορμηθείς. οὐ στικτέον μετα τὸ ορμηθεὶς . ἀλλα διἀσταλτέον ἐπαναλαμβάνει γὰρ γίνεται οὖν τὸ ἑξῆς οὕτως ὁδὲ Θέστορα ήνοπος ὑὸν δεύτερον ορμηθεὶς ἔγχεϊ νύξε παραστάς ⁑
Comments on 16.402
msA 16.214r2: ἧστο ἁλεὶς ἐκ γὰρ πλήγη, ὅτι τὸ ἐκ γὰρ πλήγη , ἀντι τοῦ ἐξεπλάγη γὰρ κατα μετάληψιν τοῦ η εἰς τὸ α ⁑
Comments on 16.403
msA 16.214r3: ἱερὸν ϊχθὺν, ἤτοι μέγαν, ἠ Ποσειδῶνος , ἠ τὸν ἄνετον δια τὸ μὴ πεπτωκέναι ὑπο χρήσιν τὴν ἀπο τῶν ἰχθύων τροφὴν ἐπι τῶν ἡρώων μή τι γε κατα τὸ σπάνιον δι ανάγκην λιμοῦ ⁑
Comments on 16.407
msA 16.214r4: πετρη ἐπι προβλητι: ὅτι οὐκ ἐπί τι εῖδος ἰχθύος φερόμενος εἴρηκεν ἵερὸν ἰχθῦν καθάπερ τινὲς ἀποδεδώκασι τὸν πομπιλον. οἱ δὲ τὸν κάλλιχθυν. ἀλλα κοινότερον τὸν ἄνετον καὶ εὐτραφῆ ὡς ἱερὸν βοῦν λέγομεν τὀν ἀνιμένον ⁑
Comments on 16.407
msA 16.214r5: ἐκ πόντοιο θύραζε λίνῳ: αἱ γὰρ ορμίαι λιναι περι ἃς ῆπτον συρίγγια κεράτινα ἵνα μὴ ἀπο τρόγωσιν οἱ ἰχθύες τὸ λίνον ⁑
Comments on 16.408
msA 16.214r6: ἀμφοτερὸν εἰς διαστολήν τὸ κύριον ὀξυτόνως ἀνέγνω ὁ Ἀρίσταρχος ὡς δεξιτερον καὶ ἐπείσθησαν οἱ γραμματικοί. περι δὲ τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ετέροις ἡμῖν εἴρηται ⁑
Comments on 16.415
Scholia group: msAim
msAim 16.214r1: ἕλκε χωρὶς τοῦ ϊ Ἀρισταρχος καὶ ἑξῆς ὡς ἑλκ’ ἐκ δίφροιο ⁑
Comments on 16.406
msAim 16.214r2: τοὺς χιτωνας μὲν ἔχοντας, τὰς δε μίτρας μὴ εζωσμένας ⁑
Comments on 16.419
Scholia group: msAint
msAint 16.214r1: συστραφείς
Comments on 16.403
previous | next |
---|---|
msA 213v | msA 214v |