Venetus A (Marciana 454 = 822), folio 214, verso
previous | next |
---|---|
msA 214r | msA 215r |
Other texts (12 passages)
Scholia group: msAext
msAext 16.214v1: αἰ κε ζωὸν
Comments on 16.445
msAext 16.214v2: ἀλλ’ εἴτοι φιλος εστι
Comments on 16.450
Scholia group: msAint
msAint 16.214v1: αἱμομικτου διὸς ἀνασκαφῇ τὰ ἕτη ⁑
Comments on 16.432
Scholia group: msAim
msAim 16.214v1: ἐν τη ἕτερη τῶν αρισταρχου κεκληγῶτες ⁑
Comments on 16.430
msAim 16.214v2: ουτ ἀρισταρχος μονοσυλλάβως ζῶν ἄλλοι δέ ζωὸν ⁑
Comments on 16.445
msAim 16.214v3: αρίσταρχος φιλοσ εστι αλλοι δὲ φίλον εστι ⁑
Comments on 16.450
Scholia group: msA
msA 16.214v1: οἱ δ’ὥστ’ αἰγυπιοὶ γαμψώνυχεσ ἄκρωσ τὸ ὀμοίωμα παρετήρησεν, οὐ γὰρ ἀφανῶς συμβάλλει τὰ ζῷα ταῦτα ἐς μάχην φησὶ γοὖν καὶ ἀλεξανδρος ὁ μύνδιος μετα βοῆς ἐπι πετρῶν ταύτα μάχεσθαι ⁑
Comments on 16.428
msA 16.214v2: ὡς ει κεκληγόντες ὡς λέγοντές ἀπο ευθεἰας ἐνικῆς τῆς εἰς ν κεκλήγων. ἔθος δὲ τῳ ποιητῃ οὕτως σχηματίζειν ⁑
Comments on 16.430
msA 16.214v3: ἤρην δἐ προσέειπεν ὁτι ζηνόδοτος καθόλου περιγράφει ομιλίαν τοῦ Διὸς καὶ τῆς Ἥρας οὐκ αιστόμενος ὁτι πολλὰ κατα συμπέρασμα λέγει ὁ ποιητης σιωπωμένος γεγονότα καὶ οὐ δεόν ἐπιζητεῖν πῶς εἰ μικρον ἔμπροσθεν ἐπι τὸν Όλυμπον παρακεχωρηκυῖα, νῦν ἐπι τῆς Ἴδης εστιν
Comments on 16.432
msA 16.214v4: ἤ μιν ζωὸν ἐόντα τὸ μὲν πρῶτον η ὀξυτονητέον: τὸν δὲ δεύτερον περισπαστέον ἡ ἠδη χείρεσσιν ⁑
Comments on 16.436
msA 16.214v5: αἴ κε ζῶν οὕτως ζὼν αἱ Ἀρισταρχου ἀπ ἐυθείας τῆς ζώς τὸν ζὼν ἐφίηκε ζὼς ἀμεμηνὸς ἔα ⁑
Comments on 16.445
msA 16.214v6: ὃν δὲ δόμον δὲ τὸ ὄν δε εἴτε ἔχει παρέλκοντα τὸν δὲ σύνδεσμον, εἴτε ὅμοιο ἐστι τὸ οἶκονδὲ ἀντι τοῦ εἰς οἰκον, πάλιν ἐν τῇ συντάξει βαρυτονηθήσεται ὡς ἐν τῷ αγρὸνδὲ προΐαλλε ὥστε περισσὴ ἡ ὀξεία ἐν τῇ ὄν αἱτιατικῇ κατα τὴν σύντατειν ⁑
Comments on 16.445
previous | next |
---|---|
msA 214r | msA 215r |