Venetus A (Marciana 454 = 822), folio 215, recto
previous | next |
---|---|
msA 214v | msA 215v |
Iliad text (25 lines)
Iliad 16.452: χὲρσ’ ὑπο Πατρόκλοιο Μενοιτιάδᾱο δαμῆναι:
Iliad 16.453: αὐτὰρ ἐπει δὴ τόν γε λίπῃ ψυχή τε καὶ αἰών.
Commented on by msAim 16.215r1
Iliad 16.454: πέμπειν μιν θάνατόν τε φέρειν καὶ νήδυμον ὕπνον
Commented on by msA 16.215r1
Iliad 16.455: εἰς ὅ κε δὴ Λυκίης εὐρείης δῆμον ΐκωνται,
Commented on by msAim 16.215r2
Iliad 16.456: ἔνθά ἑ ταρχύσουσι κασίγνητοί τε έται τε
Iliad 16.457: τύμβῳ τε στήλῃ τε. τὸ γὰρ γέρας ἐστὶ θανόντων:
Iliad 16.458: Ὣς ἔφατ’, οὐδ’ ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε:
Iliad 16.459: αἱματοέσσας δὲ ψιάδας κατέχευεν ἔραζε.
Iliad 16.460: παῖδα φίλον τιμῶν. τόν οἱ Πάτροκλος ἔμελλε
Iliad 16.461: φθίσειν ἐν Τροίῃ ἐριβώλακι. τηλόθι πάτρης:
Iliad 16.462: Οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ΐόντες.
Iliad 16.463: ἔνθ’ ἤτοι Πάτροκλος ἀγακλειτὸν Θρασύμηλον .
Commented on by msAint 16.215r1, msA 16.215r2
Iliad 16.464: ὅς ῥ’ ἠῢς θεράπων Σαρπηδόνος ἦεν ἄνακτος,
Iliad 16.465: τὸν βάλε. νείαιραν κατὰ γαστέρα. λῦσε δὲ γυῖα:
Iliad 16.466: Σαρπηδὼν δ’ αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῷ
Iliad 16.467: δεύτερος ὁρμηθεὶς, ὁ δὲ Πήδασον ούτασεν ἵππον
Commented on by msA 16.215r4
Iliad 16.468: ἔγχεϊ. δεξιὸν ὦμον. ὃ δ’ ἔβραχε θυμὸν ἀΐσθων:
Commented on by msAint 16.215r2
Iliad 16.469: καδ δ’ έπεσ’ ἐν κονίῃσι μακὼν. ἀπο δ’ ἔπτατο θυμός.
Iliad 16.470: τὼ δὲ διαστήτην, κρίκε δὲ ζυγὸν. ἡνία δέ σφι
Iliad 16.471: σύγχυτ’. ἐπειδὴ κεῖτο παρήορος ἐν κονίῃσι:
Iliad 16.472: τοῖο μὲν Αὐτομέδων δουρὶκλυτὸς εύρετο τέκμωρ.
Iliad 16.473: σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ.
Iliad 16.474: ἀΐξας ἀπέκοψε παρήορον, οὐδ’ εμάτησε:
Iliad 16.475: τὼ δ’ ΐθυνθήτην. ἐν δὲ ῥυτῆρσι τάνυσθεν:
Iliad 16.476: τὼ δ’ αῦτις συνίτην ἔριδος πέρι θυμοβόροιο
Other texts (15 passages)
Scholia group: msAint
msAint 16.215r1: ἐν αλλῳ Θρασύδημον ⁑
Comments on 16.463
msAint 16.215r2: βαρυστονητέον ὡς ἔσθων καὶ εἴρηται ὅτι ὁμοιως ἐγενετο τῷ βιβάσθων ⁑
Comments on 16.468
Scholia group: msAil
msAil 16.215r1: θάψουσι
Comments on 16.456@χύσουσι
msAil 16.215r2: δρόσους
Comments on 16.459@ψιάδας
msAil 16.215r3: αλγῶν ἐκπνέων
Comments on 16.468@ἀϊσθων
msAil 16.215r4: μυκησάμενοι
Comments on 16.469@μακὼν
msAil 16.215r5: ήχησεν:
Comments on 16.470@κρίκε
msAil 16.215r6: ὁ ἐξω τοῦ ζυγοῦ ἵππος
Comments on 16.471@παρήορος
msAil 16.215r7: Πάτροκλος καὶ Σαρπηδών
Comments on 16.476@συνήτην
Scholia group: msAim
msAim 16.215r1: ἐν αλλῳ: ἐπὴν δὴ τότε
Comments on 16.453
msAim 16.215r2: ἐν άλλῳ ΐκοιτο ⁑
Comments on 16.455
Scholia group: msA
msA 16.215r1: ‡πέμπειν μιν θάνατόν τε: ὅτι σαφῶς νήδυμον μετὰ τοῦ ν καὶ ἐπι τῶν ἀμφιβόλων ἄρα τόπων σὺν τῷ ν ἐκληπτέον, καὶ ὅτι τῷ ἀπαρεμφάτῳ κέχρηται, ἀντι προστακτικοῦ τοῦ πέμπε ⁑
Comments on 16.454
msA 16.215r2: ἔνθ’ ἥτοι Πάτροκλος : πάλιν δια μέσου ὁ ἑξῆς στίχος καὶ κατ επανάληψιν εἶπε τὸν βάλε νείαιραν . ὥστε εἶναι τὸ ἕξῆς ἀγαθὸν Θρασύδημον βάλε νείαιραν ⁑
Comments on 16.463
msA 16.215r3: Σαρπηδῶν δ’αὐτοῦ μὲν ἀπήμβροτε δουρὶ φαεινῶ : δεύτερον ορμηθεὶς ὀ δὲ Πήδασσον ⁑ δοκεῖ δια τούτων συγχεῖσθαι ἡ διαφορᾶ τοῦ βαλεῖν . καὶ οῦτασαι βέβληται γὰρ ὁ Πήδασος καὶ μή ποτε γραφή τις ἐφέερτο δι’ ῆς τὸ τῆς λέξεως σύνηθες ἐφύλασσεν ὅμρ . οὐ γὰρ ἂν αὐτὸ ἀπαραμύθητον ὁ Ἀρίσταρχος ἀφῆκεν ἐν τοίνυν τῇ Φιλήμνοσος οὕτως ἐφέρετο ὁ δὲ Πήδασον ἤλαασεν ἵππον ἔστιν γὰρ ὅτε ἐπι τῆς πληγῆς τὸ ἤλασεν κεῖται ὡς ἐπι τοῦ Ἀρήτου καὶ καὶ βάλεν Ἀρήτοιο εἶτα νειαίρῃ δ’ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν δια μέντοι τοῦ ν γραπτέον τὸ δεύτερον ὁρμηθείς ⁑
Comments on 16.466-16.467
msA 16.215r4: δεύτερον ὁρμηθείς . ὅτι ἐπαναλήξεως τὸ ἄρθρον εἴληφε κατα τοῦ αυτοῦ προσώπου, καὶ οὐ περι ἑτέρου λέγει, ἀντι τοῦ Πήδασον δὲ οὔτασε . καὶ ὅτι δοκεῖ συφκεχύσθαι τὸ ούτασε βεβλήκει γὰρ τὸ δόρυ ⁑
Comments on 16.467
previous | next |
---|---|
msA 214v | msA 215v |