Venetus A (Marciana 454 = 822), folio 215, verso
previous | next |
---|---|
msA 215r | msA 216r |
Iliad text (25 lines)
Iliad 16.477: Ἔνθ’ αὖ Σαρπηδὼν μὲν ἀπήμβροτε δουρὶ φαεινῷ:
Iliad 16.478: Πατρόκλου δ’ ὑπὲρ ὦμον ἀριστερὸν ἤλυθ’ ἀκωκὴ
Iliad 16.479: ἔγχεος, οὐδ’ ἔβαλ’ αὐτόν, ὁ δ’ ὕστερος ὤρνυτο χαλκῷ
Iliad 16.480: Πάτροκλος . τοῦ δ’ οὐχ ἅλιον βέλος ἔκφυγε χειρὸς.
Iliad 16.481: ἀλλ’ ἔβαλ’ ἔνθ’ άρα τε φρένες έρχαται ἀμφ’ αδινὸν κῆρ:
Commented on by msA 16.215v2
Iliad 16.482: ήριπε δ’ ὡς ὅτε τις δρῦς ήριπεν ὴ ἀχερωῒς
Commented on by msA 16.215v1
Iliad 16.483: ἠὲ πίτυς βλωθρὴ. τήν τ’ οὔρεσι τέκτονες ἄνδρες
Commented on by msA 16.215v3
Iliad 16.484: ἐξέταμον πελέκεσσι, νεήκεσι, νήϊον εἶναι:
Iliad 16.485: ὡς ὃ πρόσθ’ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς.
Iliad 16.486: βεβρυχὼς, κόνιος δεδραγμένος αἱματοέσσης:
Iliad 16.487: ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
Iliad 16.488: αἴθωνα: μεγάθυμον, ἐν εἰλιπόδεσσι βόεσσι:
Iliad 16.489: ὤλετό τε στενάχων ὑπο γαμφηλῇσι λέοντος.
Iliad 16.490: ὡς ὑπο Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων
Iliad 16.491: κτεινόμενος μενέαινε, φίλον δ’ ὀνόμηνεν ἑταῖρον
Commented on by msA 16.215v4
Iliad 16.492: Γλαῦκε πέπον, πολεμιστὰ μετ’ ἀνδράσι, νῦν σε μάλα χρὴ
Commented on by msA 16.215v5
Iliad 16.493: αἰχμητήν τ’ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν:
Iliad 16.494: νῦν τοι εελδέσθω πόλεμος κακός. εἰ θοός ἐσσι:
Iliad 16.495: πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας
Iliad 16.496: πάντῃ ἐποιχόμενος. Σαρπηδόνος ἀμφὶμάχεσθαι:
Commented on by msA 16.215v6
Iliad 16.497: αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρὶ μάρναο χαλκῷ:
Commented on by msA 16.215v7
Iliad 16.498: σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
Iliad 16.499: ἔσσομαι ἤματα πάντα διαμπερὲς, εἴ κέ μ’ Ἀχαιοὶ
Iliad 16.500: τεύχεα συλήσωσι, νεῶν ἐν αγῶνι πεσόντα.
Commented on by msA 16.215v8
Iliad 16.501: ἀλλ’ ἔχεο κρατερῶς, ότρυνε δὲ λαὸν ἅπαντα.
Other texts (11 passages)
Scholia group: msAil
msAil 16.215v1: ελιποψύχησε ⁑
Comments on 16.491@μενέαινε
Scholia group: msAim
msAim 16.215v1: δια τοῦ ν ἐν ειλιπόδεσσι αἱ Αρισταρχου ⁑
Comments on 16.488
msAim 16.215v2: ἐν αλλῳ κεν Ἀχαιοὶ
Comments on 16.499
Scholia group: msA
msA 16.215v1: αχερωῒς δένδρον ὃ καλεῖται λεύκη ἔνιοι δε φηγοῦ εῖδος εῖπον αὐτήν⁑
Comments on 16.482
msA 16.215v2: αλλ’ έβαλ’ ὅτι σαφῶς δὶα τοῦ ἔβαλε σημαίνει τὸ ἔτυχεν εἰς εκεῖνον τὸν τόπον ὅπου αἱ φρένες εγκαθειργμεναι εἰσὶ περι τὴν τυχην⁑
Comments on 16.481
msA 16.215v3: τήν τ’ ούρεσιν τεκτονες. Ἀρίσταρχος κατ ιδιαν τὸ οὔρεσι καὶ τὸ τέκτονες, Νικιας δὲ συνθώτως ἀν ἐγνω οὐκ αναγκαιον δὲ⁑
Comments on 16.483
msA 16.215v4: κτεινόμενος μενέαινε: ὅτι τὸ μενέαινεν ἔνθα δε μὲν ἐλιποθύμει . ἐν ἄλλοις δὲ προεθυμεῖτο ὡς τὸ μενέαινε κῦδος ἀρέσθαι ἠ εθυμοῦτο ⁑
Comments on 16.491
msA 16.215v5: Γλαυκε πέπον πολεμιστα μετ’ ανδρασιν. τὸ μετ ανδράσι , ἑκατέρῳ δύναται προσδίδοσθαι: εἰ μὲν οὖν τοῖς ἀνω ἐσται πολεμιστὴν αὐτον ἐν τοῖς ἀνδρειοτάτοις λέγων: εἰ δὲ τοῖς ἑξῆς, καὶ αὐτὸ χρῄζει τινὰ λόγον. βέλτιον δε τοῖς ἄνω: μάλλον γὰρ εὔφωνον τε καὶ ἐμφατικόν ἐστι τὸ οὕτως ἄρξασθαι: νῦν σε μαλα χρην. καὶ νῦν σοι ἐελπέσθω⁑
Comments on 16.492
msA 16.215v6: πάντηι ἐποιχόμενος ὅτι ἤτοι ἀπέστροφε τὸν λόγον ὡς περι ετέρου λέγω Σαρπηδόνος ἀντι εμοῦ. ἠ ἐλείπει τὸ τάδε λέγῶν. και τὸ ἀπαρέμφατον ἀντι προστακτικου κεῖται ἱν’ ᾖ ὄτρυνον Λυκιων ἡγήτορας ἄνδρας τάδε λέγων Σαρπηδόνος ἀμφιμάχεσθαι⁑
Comments on 16.496
msA 16.215v7: ἐμεῦ περι μάρναο δύναται ἀναστρέφεσθαι ἥ περι ἵνα τοιοῦτο τι ᾖ περι εμοῦ μάχου. δύναται δὲ καὶ ὡς ὁ Ἀσκαλωνίτης ἀξιοῖ φυλασσειν τὸν τόνον ἀντι τοῦ ὑπὲρ κειμένη ἀντι τοῦ ὑπερμάχει: εἴρηται δὲ περι τῶν αλλασοντῶν πρό θέσεων ὡς φυλασουσι τοὺς αὐτοὺς τόνους⁑
Comments on 16.497
msA 16.215v8: τεύχεα συλήσωσι νεῶν ἐν αγῶνι: ὅτι νέον ἀγῶνα τὸ ἄθροισμα τὸ νασταθμον . καὶ ἐν ἄλλοις εῖπε δύσονται αγῶνα τὴν συναγωγην τῶν θεῶν⁑
Comments on 16.500
previous | next |
---|---|
msA 215r | msA 216r |