Venetus A (Marciana 454 = 822), folio 216, recto

previousnext
msA 215vmsA 216v

Iliad text (25 lines)


Iliad 16.502: Ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψεν

Commented on by msA 16.216r1


Iliad 16.503: ὀφθαλμοὺς ῥῖνάς θ’: ὃ δὲ λὰξ ἐν στήθεσι βαίνων


Iliad 16.504: ἐκ χροὸς ἕλκε δόρυ, προτὶ δὲ φρένες αὐτῷ ἕποντο:

Commented on by msA 16.216r2


Iliad 16.505: τοῖο δ’ ἅμα ψυχήν τε καὶ ἔγχεος ἐξέρυσ’ αἰχμήν.


Iliad 16.506: Μυρμιδόνες δ’ αὐτοῦ σχέθον ἵππους φυσιόωντας


Iliad 16.507: ἱεμένους φοβέεσθαι, ἐπεὶ λίπον ἅρματ’ ἀνάκτων.

Commented on by msA 16.216r3, msAim 16.216r1


Iliad 16.508: Γλαύκῳ δ’ αἰνὸν ἄχος γένετο φθογγῆς ἀΐοντι:

Commented on by msAint 16.216r1


Iliad 16.509: ὠρίνθη δέ οἱ ἦτορ ὅ τ’ οὐ δύνατο προσαμῦναι.


Iliad 16.510: χειρὶ δ’ ἑλὼν ἐπίεζε βραχίονα: τεῖρε γὰρ αὐτὸν


Iliad 16.511: ἕλκος, ὃ δή μιν Τεῦκρος ἐπεσσύμενον βάλεν ἰῷ


Iliad 16.512: τείχεος ὑψηλοῖο, ἀρὴν ἑτάροισιν ἀμύνων.


Iliad 16.513: εὐχόμενος δ’ ἄρα εἶπεν ἑκηβόλῳ Ἀπόλλωνι :


Iliad 16.514: κλῦθι ἄναξ ὅς που Λυκίης ἐν πίονι δήμῳ


Iliad 16.515: εἲς ἢ ἐνὶ Τροίῃ : δύνασαι δὲ σὺ πάντοσ’ ἀκούειν

Commented on by msA 16.216r4, msA 16.216r5


Iliad 16.516: ἀνέρι κηδομένῳ, ὡς νῦν ἐμὲ κῆδος ἱκάνει.


Iliad 16.517: ἕλκος μὲν γὰρ ἔχω τόδε καρτερόν, ἀμφὶ δέ μοι χεὶρ


Iliad 16.518: ὀξείῃς ὀδύνῃσιν ἐλήλαται, οὐδέ μοι αἷμα


Iliad 16.519: τερσῆναι δύναται, βαρύθει δέ μοι ὦμος ὑπ’ αὐτοῦ:


Iliad 16.520: ἔγχος δ’ οὐ δύναμαι σχεῖν ἔμπεδον, οὐδὲ μάχεσθαι (520)


Iliad 16.521: ἐλθὼν δυσμενέεσσιν. ἀνὴρ δ’ ὤριστος ὄλωλε


Iliad 16.522: Σαρπηδὼν Διὸς υἱός: ὃ δ’ οὐ οὗ παιδὸς ἀμύνει.

Commented on by msA 16.216r6, msAim 16.216r2


Iliad 16.523: ἀλλὰ σύ πέρ μοι ἄναξ τόδε καρτερὸν ἕλκος ἄκεσσαι,


Iliad 16.524: κοίμησον δ’ ὀδύνας, δὸς δὲ κράτος, ὄφρ’ ἑτάροισι

Commented on by msAext 16.216r1


Iliad 16.525: κεκλόμενος Λυκίοισιν ἐποτρύνω πολεμίζειν,


Iliad 16.526: αὐτός τ’ ἀμφὶ νέκυι κατατεθνηῶτι μάχωμαι.

Commented on by msAint 16.216r2


Other texts (11 passages)


Scholia group: msAext

msAext 16.216r1: Αἰολικὸν κοίμησον απο του κοίμισον ⁑

Comments on 16.524


Scholia group: msAint

msAint 16.216r1: ὡς λεγοντι ουτως καὶ Ἀρίσταρχος

Comments on 16.508


msAint 16.216r2: ουτως διὰ τοῦ η αἱ Ἀριστάρχου κατα τεθνηωτι ⁑

Comments on 16.526


Scholia group: msAim

msAim 16.216r1: δια τοῦ ε λιπεν ἐπειδὴ τὰ ἅρματα τῶν ἀνάκτων ἐλειφθεν ἐλειφθησαν ἡρημώθησαν: Ζηνόδοτος δε δια τοῦ ο λίπον :

Comments on 16.507


msAim 16.216r2: Ἀρισταρχος ὁ δ’ οῦ παιδός ⁑

Comments on 16.522


Scholia group: msA

msA 16.216r1: ‡ τέλος θανάτοιο κάλυψεν ὀφθαλμοὺς ῥινασθ’: ὁ δὲ θάνατος ἀυτοὺς ἔλαβεν τούς τε ὀφθαλμοὺς καὶ τὰς ῥῖνας ἐπεὶ οἱ τελευτῶντες οὔτε βλέπουσιν οὔτε ἀναπνέουσιν οὔτε δὲ φρένας ἔχουσιν ⁑

Comments on 16.502


msA 16.216r2: ἕλκε δόρυ ουτ ἀρίσταρχος ἔλκε χωρις του ϊ καὶ ἔχοντο οὕτως δια τοῦ χ ⁑

Comments on 16.504


msA 16.216r3: ἱεμένους φοβέεσθαι ὅτι Ζηνοδότος γράφει ἐπεὶ λίπεν ἀγνοῶν, ὅτι τὸ λίπεν νῦν οὐκ ἐστιν ἑνικον ἀλλα ἀναλογον τὸ ἐλείφθησαν τὰ ἄρματα . ὥσπερ κόσμηθεν . καὶ ποιμένος ἀφραδιηισι δίετμαγεν . ἀντι του διετμάγησαν : εἴωθε γὰρ τοῖς οὐδετέροις πληθυντικοῖς πληθυντικὰ ῥήματα συντάσσειν ὡς σπάρτα λελύνται ⁑

Comments on 16.507


msA 16.216r4: εἰς ἢ ἐνι Τροίῃ : ἡ διπλῆ ὅτι οὕτως εἴωθε λέγειν πάντοσε ἀκούειν εἰς παντα τόπον ἀκούειν ἀπό τ’ ἐκ τόπου εἰς τόπον ἀφικμουμένων πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος εἰς Κύπρον ἠκουετο. διὃ καὶ νῦν κατα συναλιφὴν ἀκουστέον ἵν’ ἦ τὸ πλῆρες πάντοσε ἀκούειν ⁑

Comments on 16.515


msA 16.216r5: πάντος ἀκούειν, Ἀρισταρχος τὸ πλῆρες ἀκούει πάντοσε : Ζηνόδοτος πάντες ἀκούειν δια τοῦ ε . πάντοσε ὡς πάντοθεν τὰ γάρ εἰς ε ἐπιρρήματα τοῖς εἰς θεν ὁμοτονεῖ, ἄλλοθεν ἄλλοσε ὁμόθεν ὁμόσε . οὕτως οὖν εἰ πάντοθεν ἐκ κευθμῶν , καὶ πάντοσε δαιδάλλων ⁑

Comments on 16.515


msA 16.216r6: Σαρπηδὼν Διὸς υἵος ἡ διπλὴ ὅτι ἐλλείπει ἡ περὶ ἔστι γὰρ οὐδε περι τοῦ οὐ παιδὸς ἀμύνει οἱ δὲ αγνοήσαντες γράφουσιν ὁδ’ οὐδ’ οὐδ’ ᾧ παιδὶ ἀμύνει ⁑

Comments on 16.522


previousnext
msA 215vmsA 216v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1