Venetus A (Marciana 454 = 822), folio 216, verso
previous | next |
---|---|
msA 216r | msA 217r |
Iliad text (25 lines)
Iliad 16.527: ὡς ἔφατ’ εὐχόμενος. τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων .
Iliad 16.528: αὐτίκα παῦσ’ ὀδύνας. ἀπο δ’ ἕλκεος ἀργαλέοιο
Iliad 16.529: αἷμα μέλαν τέρσηνε. μένος δέ οἱ ἔμβαλε θυμῷ:
Iliad 16.530: Γλαῦκος δ’ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ. γήθησέν τε.
Commented on by msA 16.216v1
Iliad 16.531: ὅττί οἱ ὦκ’ ἤκουσε μέγας θεὸς εὐξαμένοιο:
Iliad 16.532: πρῶτα μὲν ὄτρυνεν Λυκίων ἡγήτορας ἄνδρας
Iliad 16.533: πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι:
Iliad 16.534: αὐτὰρ ἔπειτα μετὰ Τρῶας κίε μακρὰ βιβάσθων.
Iliad 16.535: Πουλυδάμαντ’ ἐπι Πανθοίδην καὶ Ἀγήνορα δῖον.
Iliad 16.536: βῆ δὲ μέτ’ Αἰνείαν τε καὶ Ἕκτορα χαλκοκορυστήνέ.
Iliad 16.537: ἀγχοῦ δ’ ἱ¨στάμενος ἔπεα πτερόεντα προσηύδα:
Iliad 16.538: Ἕκτορ , νῦν δὴ πάγχυ λελασμένος εἲς, ἐπικούρων,
Iliad 16.539: οἳ σέθεν εἵνεκα τῆλε φίλων καὶ πατρίδος αἴης
Iliad 16.540: θυμὸν ἀποφθινύθουσι. σὺ δ’ οὐκ ἐθέλεις ἐπαμύνειν.
Iliad 16.541: κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων.
Iliad 16.542: ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ:
Commented on by msA 16.216v2
Iliad 16.543: τὸν δ’ ὑπὸ Πατρόκλῳ δάμασ’ ἔγχεϊ χάλκεος Ἄρης :
Iliad 16.544: ἀλλὰ φίλοι πάρστητε. νεμεσσήθητε δὲ θυμῷ.
Commented on by msAint 16.216v1
Iliad 16.545: μὴ ἀπὸ τεύχε’ ἕλωνται. ἀεικίσσωσι δὲ νεκρὸν
Iliad 16.546: Μυρμιδόνες. Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,
Commented on by msAim 16.216v1
Iliad 16.547: τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν:
Iliad 16.548: ὡς ἔφατο. Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
Commented on by msA 16.216v3
Iliad 16.549: ἄσχετον. οὐκ ἐπιεικτόν. ἐπεί σφισιν ἕρμα πόληος
Commented on by msA 16.216v4, msAim 16.216v2
Iliad 16.550: ἔσκε. καὶ ἀλλοδαπός περ ἐών: πολέες γὰρ ἅμ’ αὐτῷ
Iliad 16.551: λαοὶ ἕποντ’. ἐν δ’ αὐτὸς ἀριστεύεσκε μάχεσθαι:
Other texts (7 passages)
Scholia group: msAint
msAint 16.216v1: μεμπτὸν ἡγήσασθε
Comments on 16.544
Scholia group: msAim
msAim 16.216v1: ὅτι ελλειπει ἡ περι πρόθεσις περι Δαναῶν ⁑
Comments on 16.546
msAim 16.216v2: βραχὺ διασταλτέον μετα τὸ ἄσχετον , δια τὴν ἐμφασιν ⁑
Comments on 16.549
Scholia group: msA
msA 16.216v1: Γλαυκος δ’ ἔγνω ἧσιν ἐνι φρεσὶ, ἤτοι στικτέον ἐπι τὸ φρεσὶ , ἢ διασταλτέον ἵνα κοινωνῇ ἔγνω καὶ ἐχάρη ὅτι οἱ ὦκ’ ἤκουσε ⁑
Comments on 16.530
msA 16.216v2: εἴρυτο: Ἀρίσταρχος τρίτην ἀπο τέλους τὴν ὀξεῖα ποιεῖ ὑγιῶς πάνυ: ὁ δὲ Τυραννίων προπερισπᾷ ἐκ τοῦ εἰρύετο φάσκων αὐτὸ συνηλειφθαι: δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπο τῶν εἰς μι ὁμοίως τῷ ἐζεύγνοιτο ήνυτο θοῶς δέ οἱ ἤνυτο ἔργον ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπι τοῦ είλυτο καὶ εἴρυτο ⁑
Comments on 16.542
msA 16.216v3: Τρῶας δὲ κατα κρῆθεν: Ἀρισταρχος δισύλλαβον ἐκδέχεται τὴν λέξιν. καὶ προπερισπᾷ ὑγιῶς πάνυ. καὶ οὐκ επίσταται ὁ ποιητής τὸ κάρη ὀξυνόμενον θηλυκόν. ἄλλ’ οἱ ἄλλοι πάντες. καὶ οὐδὲν θαυμαστόν: καὶ γὰρ ἄλλους παραλόγους φωνὰς ἐπίσταται ἀγνοῶν τὰς πρωτοθέτους αὐτῶν λέξεις. τί οὖν θαυμαστὸν εἰ παρα τὸ καρή ὀξυτόνον καρῆθεν ἐστι καὶ κρῆθεν ἐνσυγκοπῆ. τοῦτο δέ φημι ἐπεὶ καὶ Ἡσιοδος οὕτως ἐξεδέξατο εἰπῶν τὸ καὶ ἀπο κρηθεν βλεφάρων ⁑
Comments on 16.548
msA 16.216v4: ἕρμα: τὸ σήκωμα τῆς νεῶς προς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ πεσεῖν: νῦν οὖν τούτου ἀποθανόντος ἀνατραπῆναι τὴν Ἴλιον : οἱ δὲ τὸ ὑπο στήριγμα. ὅθεν καὶ Πίνδαρος ἔρεισμα Ἀκράγαντος εἶπε τὸν Θήρωνα : ῥητορικῶς οὖν ἄξει τὸ οἶκτρον ἐπι μαρτυρῶν τῷ ἀπο θανόντι ⁑
Comments on 16.549
previous | next |
---|---|
msA 216r | msA 217r |