Venetus A (Marciana 454 = 822), folio 217, recto
previous | next |
---|---|
msA 216v | msA 217v |
Iliad text (25 lines)
Iliad 16.552: βὰν δ’ ϊθὺς Δαναῶν λελιημένοι: ἦρχε δ’ ἄρά σφιν
Iliad 16.553: Ἕκτωρ χωόμενος Σαρπηδόνος . αὐτὰρ Ἀχαιοὺς
Commented on by msAint 16.217r1
Iliad 16.554: ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ:
Iliad 16.555: Αἴαντε πρώτω προσέφη, μεμαῶτε καὶ αὐτώ:
Iliad 16.556: Αἴαντε : νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,
Commented on by msAim 16.217r1
Iliad 16.557: οἷοί περ πάρος ἦτε μετ’ ἀνδράσιν. ἢ καὶ ἀρείους.
Commented on by msA 16.217r1
Iliad 16.558: κεῖται ἀνὴρ. ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν .
Commented on by msA 16.217r2
Iliad 16.559: Σαρπηδὼν : ἀλλ’ εἴ μιν ἀεικισσαίμεθ’ ἑλόντες,
Commented on by msAint 16.217r2, msA 16.217r3, msAim 16.217r2
Iliad 16.560: τεύχεά τ’ ὤμοιϊν ἀφελοίμεθα. καί τιν’ ἑταίρων
Iliad 16.561: αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.
Commented on by msA 16.217r4
Iliad 16.562: Ὡς ἔφαθ’. οἱ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον:
Iliad 16.563: οἱ δ’ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
Iliad 16.564: Τρῶες . καὶ Λύκιοι . καὶ Μυρμιδόνες. καὶ Ἀχαιοί .
Iliad 16.565: σύμβαλον ἀμφὶ νέκυϊ κατατεθνειῶτι μάχεσθαι
Iliad 16.566: δεινὸν ἀΰσαντες: μέγα δ’ ἔβραχε τεύχεα φωτῶν:
Iliad 16.567: Ζεὺς δ’ ἐπὶ νύκτ’ ὀλοὴν τάνυσεν κρατερῇ ὑσμίνῃ.
Iliad 16.568: ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴῃ.
Iliad 16.569: Ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς .
Iliad 16.570: βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετα Μυρμιδόνεσσιν.
Iliad 16.571: υἱὸς Ἀγακλῆος μεγαθύμου. δῖος Ἐπηγεὺς :
Iliad 16.572: ὅς ῥ’ ἐν Βουδείῳ εὖ. ναιομένῳ ἤνασσε
Iliad 16.573: τὸ πρίν. ἀτὰρ τότε γ’ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας.
Iliad 16.574: ἐς Πηλῆ’ ϊκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν:
Commented on by msA 16.217r5
Iliad 16.575: οἱ δ’ ἅμ’ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
Iliad 16.576: Ἴλιον εἰς εὔπωλον. ἵνα Τρώεσσι μάχοιτο.
Other texts (12 passages)
Scholia group: msAint
msAint 16.217r1: οτι ἐλλείπει ἡ περι καὶ οτι τὸ χωόμενος ἀντι τοῦ συγχεόμενος ⁑
Comments on 16.553
msAint 16.217r2: ἐν τῇ Ριανοῦ ἀλλὰ μιν αεὶκισσάμεθ’ ἑλόντες ⁑
Comments on 16.559
Scholia group: msA
msA 16.217r1: οἷοί περ πάρος ῆτε μετ’ ἀνδράσι. δύναται μὲν στίζεσθαι ἐπι τὸ ἀνδράσι . δύναται δὲ εἰπεῖν τὸ ἐστὲ ἢ γίνεσθαι . δύναται δὲ καὶ ἄ σχημα εἶναι ἀπο δοτικῆς εἰς αιτιατικὴν ὡς κακεῖ αἰει τοι φίλον ἐστὶν ἐμεῦ ἀπο νόσφιν εόντα κρυπταδια φρονέοντα . παρατηρητέον δὲ τὸν στίχον προς τὸ ἐπάνω ὑποκείμενον Γλαῦκε πέπον πολέσι μετ ανδράσι ⁑
Comments on 16.557
msA 16.217r2: ὁς πρῶτος ἐσἥλατο Ἀρισταρχος καὶ οἱ ἀπ’ αὐτοῦ δασύνουσι Λυσανίας δε ψιλοῖ προσνέμων τὸ ε τῶι η σαλάσθαι γάρ φησι σημ τὸ ἀποσπᾶν καὶ σαλεύειν. ὁ δὲ σαλεύσας πρῶτος τὸ τεῖχος Σαρπηδῶν ἐστιν: ὁ δε εἰσπηδήσας Ἕκτωρ . φησὶ γοῦν Σαρπηδὼν δ’ἔπαλξιν ἑλῶν χερσὶ στιβαρῆισιν ἕλχ’ ἠ δ’ἕσπετο πᾶσα ἐπι δε τοῦ Ἑκτορος ῥῆξε δ’ ἀμφοτέρους θαιρὸυς . εἶτα ἐπιφέρει ὁ δ’ ἐσέθορε φαίδιμος Ἕκτωρ . ἄμεινον δὲ πείθεσθαι Ἀρισταρχῳ δασύνοντι ἐκδέχεσθαι καὶ ἥμας οὗτος τὸ ἐσήλατο ὅτι πρῶτος ἐφήλατο καὶ ἐπεπεπήδησε τῷ τείχει. ὅρα γοῦν ὡς οὐκ εῖπε πρῶτος διῆλθεν. ὁ μὲν γὰρ Ἕκτωρ πρῶτος διῆλθεν: ὁ δὲ Σαρπηδὼν πρῶτος ώρμησεν ἐπὶ τὸ τεῖχος. ὥς ρα τότ’ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε τεῖχος ἐπαϊξαι . ὥστε τὸ ἤλατο, ταυτὸν εἶναι τῷ οἱρμῆσαι ⁑
Comments on 16.558
msA 16.217r3: Σαρπηδών ἀλλ’ εἴ μιν ὅτι ἔξωθεν προσὑπακούστέον τὸ καλῶς ἄν ἔχοι εἰ αὐτὸν ἀνελόντες ἀεικισαίμεθα καλῶς ἄν ἔχοι. καὶ ἐν Ὀδύσσειᾳ ἀτὰρ πελέκεα αἰεὶ κείωνμεν ἅπαντας ⁑
Comments on 16.559
msA 16.217r4: αὐτοῦ ἀμυνομένων ὅτι ἀμφίβολον εἰ λείπει ἡ περῖ ἵν ᾖ περι αυτοῦ . ἤ τοπικῶς ἐκληπτέον τὸ αὐτοῦ ἐν τῷδε τῳ τόπῳ⁑
Comments on 16.561
msA 16.217r5: ἐς Πηλῆ’ ϊκέτευσεν ⁑ ὅτι οὐκ απολελοίπει ἡ Θετίς τὸν Πηλέως οἶκον, ὡς οἱ νεώτεροι, ἀλλα συνοίκει αὐτῳ ⁑
Comments on 16.574
Scholia group: msAil
msAil 16.217r1: βελτίονος
Comments on 16.557@ἀρείους
msAil 16.217r2: ἀορασίαν
Comments on 16.567@ὑσμίνῃ
msAil 16.217r3: πο Βοιοτίας
Comments on 16.572@Βουδείῳ
Scholia group: msAim
msAim 16.217r1: τὸ ἀμύνεσθαι ἐν αλλῶ μενος ἔστω
Comments on 16.556
msAim 16.217r2: λειπει φασὶν αἱ Αρισταρχου τό ευ αν έχοι ⁑
Comments on 16.559
previous | next |
---|---|
msA 216v | msA 217v |