Venetus A (Marciana 454 = 822), folio 217, verso
previous | next |
---|---|
msA 217r | msA 218r |
Iliad text (25 lines)
Iliad 16.577: τόν ῥα τόθ’ ἁπτόμενον νέκυος. βάλε φαίδιμος Ἕκτωρ
Iliad 16.578: χερμαδίῳ κεφαλὴν. ἡ δ’ άνδιχα πᾶσα κεάσθη
Iliad 16.579: ἐν κόρυθι βριαρῇ. ὁ δ’ ἄρα πρηνὴς ἐπὶ νεκρῷ
Iliad 16.580: κάππεσεν. ἀμφι δέ μιν θάνατος χύτο θυμοραϊστής:
Iliad 16.581: Πατρόκλῳ δ’ ἄρ ἄχος γένετο φθιμένου ἑτάροιο:
Iliad 16.582: ἴ¨θυσεν δὲ διὰ προμάχων. ΐρηκι ἐοικὼς
Iliad 16.583: ὠκέϊ, ὅς τ’ ἐφόβησε κολοιούς τε ψῆράς τε:
Iliad 16.584: ὡς ἰ¨θὺς Λυκίων Πατρόκλεις ἱπποκέλευθε
Commented on by msAim 16.217v1
Iliad 16.585: ἔσσυο καὶ Τρώων . κεχόλωσο δὲ κῆρ ἑτάροιο:
Iliad 16.586: καί ῥ’ ἔβαλε. Σθενέλᾱον Ἰ¨θαιμένεος φίλον υἱὸν.
Commented on by msA 16.217v1
Iliad 16.587: αὐχένα χερμαδίῳ. ῥῆξεν δ’ ἀπὸ τοῖο τένοντας :
Iliad 16.588: χώρησαν δ’ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ :
Iliad 16.589: ὅσση δ’ αἰγανέης ῥιπὴ ταναοῖο τέτυκται.
Commented on by msA 16.217v2
Iliad 16.590: ἥν ῥά τ’ ἀνὴρ ἀφέῃ πειρώμενος. ἠ ἐν ἀέθλῳ
Iliad 16.591: ἠὲ καὶ ἐν πολέμῳ δηΐων ὑπὸ θυμοραϊστέων.
Commented on by msAint 16.217v1
Iliad 16.592: τόσσον ἐχώρησαν Τρῶες , ὤσαντο δ’ Ἀχαιοί .
Iliad 16.593: Γλαῦκος δὲ πρῶτος Λυκίων ἀγὸς ἀσπιστάων
Iliad 16.594: ἐτράπετ’, ἔκτεινεν δὲ Βαθυκλῆα μεγάθυμον.
Iliad 16.595: Χάλκωνος φίλον υἱὸν, ὃς Ἑλλάδι , οἰκίαι ναίων.
Commented on by msA 16.217v3, msAim 16.217v2
Iliad 16.596: ὄλβῳ τὲ πλούτῳ τε μετέπρεπε Μυρμιδόνεσσι:
Iliad 16.597: τὸν μὲν ἄρα Γλαῦκος στῆθος μέσον ούτασε δουρὶ
Iliad 16.598: στρεφθεὶς ἐξαπίνης. ὅτε μιν κατέμαρπτε διώκων:
Iliad 16.599: δούπησεν δὲ πεσὼν. πυκινὸν δ’ ἄχος ἔλλαβ’ Ἀχαιοὺς
Iliad 16.600: ὡς ἔπεσ’ ἐσθλὸς ἀνὴρ: μέγα δὲ Τρῶες κεχάροντο:
Commented on by msAim 16.217v3
Iliad 16.601: στὰν δ’ ἀμφ’ αὐτὸν ἰ¨όντες ἀολλέες. οὐδ’ ἂρ Ἀχαιοὶ
Other texts (7 passages)
Scholia group: msAint
msAint 16.217v1: ἡ υπο περιττή ⁑
Comments on 16.591
Scholia group: msAim
msAim 16.217v1: ὅτι ἀπεστροφε τὸν λόγον εκ τῶν περι τοῦ προς αυτόν ⁑
Comments on 16.584
msAim 16.217v2: ὅτι ἐν πο Φθίᾳ ἡ Ἑλλάς ⁑
Comments on 16.595
msAim 16.217v3: συναπτέον ἕως τοῦ ἀνηρ . τὸ γὰρ ως αἴτιον ⁑⁑
Comments on 16.600
Scholia group: msA
msA 16.217v1: καί ρ’ ἔβαλε Σθενέλαον : ὅτι μεταβεβηκεν ἐκ τοῦ προς τὸν Πάτροκλὸν λόγου, καὶ εἴς τὸν περι αυτοῦ εἴρηκε γὰρ ἔβαλλε . καὶ οὐχὶ ἔβαλ’ ὦ Πάτροκλε ⁑
Comments on 16.586
msA 16.217v2: ὅσση δ’ αἰγανέης: προς τὸ σχῆμα ὅτι τανάοιο εἴρηκεν ἀρσενικῶς ἀντι τοῦ τάναῆς ⁑
Comments on 16.589
msA 16.217v3: Χάλκωνος φίλον ὑιὸν ὃς Ἑλλάδι Ἑλλὰς πο Θεσσαλίας ἧς οἱ πολῖται πρῶτοι εἶχον τὸ ὄνομα τοῦτο τὸ καλεῖσθαι Ἕλληνες . ἀπο γὰρ Ἕλληνος τοῦ Δευκαλίωνος καὶ Πύρρας πάντες Ἕλληνες οἱ τῆς Εὐρωπης ἐκληθησαν ὀνόματι κοινῷ ὥς φησι καὶ Θουκυδίδης ἐν τῇ α : προ δε αὐτοῦ μόνοι οὗτοι Ἕλληνες ἐκαλούντο. οἱ δε ἄλλοι κατα ἔθνη ἕκαστος. ὥς που καὶ ὁ ποιητης ἐν τῷ καταλόγῳ λέγει Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί ⁑
Comments on 16.595
previous | next |
---|---|
msA 217r | msA 218r |