Venetus A (Marciana 454 = 822), folio 218, recto
previous | next |
---|---|
msA 217v | msA 218v |
Iliad text (23 lines)
Iliad 16.602: ἀλκῆς ἐξελάθοντο. μένος δ’ ἰ¨θὺς φέρον αὐτῶν:
Iliad 16.603: ἔνθ’ αὖ Μηριόνης . Τρώων ἕλεν ἄνδρα κορυστὴν.
Iliad 16.604: Λαόγονον . θρασὺν υἱὸν Ὀνήτορος, ὃς Διὸς ῑ¨ρεὺς
Commented on by msAint 16.218r1
Iliad 16.605: Ἰ¨δαίου ἐτέτυκτο, θεὸς δ’ ὡς τίετο δήμῳ.
Iliad 16.606: τὸν βάλ’ ὑπὸ γναθμοῖο καὶ οὔατος. ὦκα δὲ θυμὸς
Iliad 16.607: ᾤχετ’ ἀπὸ μελέων. στυγερὸς δ’ ἄρα μιν σκότος εἷλεν:
Iliad 16.608: Αἰνείας δ’ ἐπὶ Μηριόνῃ δόρυ χάλκεον ἧκεν.
Iliad 16.609: ἔλπετο γὰρ τεύξεσθαι, ὑπ’ ἀσπίδια προβιβῶντος
Iliad 16.610: ἂλλ’ ὁ μὲν ἄντα ἰ¨δὼν. ἠλεύατο χάλκεον ἔγχος:
Iliad 16.611: πρόσσω γὰρ κατέκυψε, τὸ δ’ ἐξόπιθεν δόρυ μακρὸν
Iliad 16.612: ούδει ἐνισκίμφθη. ἐπὶ δ’ οὐρίαχος πελεμίχθη
Iliad 16.613: ἔγχεος. ἔνθα δ’ ἔπειτ’ ἀφίει μένος ὄβριμος Ἄρης .
Commented on by msA 16.218r1
Iliad 16.616: Αἰνείας δ’ ἄρα θυμὸν ἐχώσατο. φώνησεν τε:
Iliad 16.617: Μηριόνη . τάχα κέν σε καὶ ὀρχηστήν περ ἐόντα
Commented on by msA 16.218r2
Iliad 16.618: ἔγχος ἐμὸν κατέπαυσε, διαμπερὲς. εἴ σ’ ἔβαλόν περ.
Commented on by msA 16.218r3
Iliad 16.619: Τὸν δ’ αὖ Μηριόνης δουρὶ κλυτὸς ἀντίον ηύδᾱ:
Iliad 16.620: Αἰνεία : χαλεπόν σε. καὶ ἴφθιμόν περ ἐόντα.
Iliad 16.621: πάντων ἀνων σβέσσαι μένος, ὅς, κέ, σευ, ἄντα
Iliad 16.622: ἔλθῃ ἀμυνόμενος. θνητὸς δέ νυ καὶ σὺ τέτυξαι:
Iliad 16.623: εἰ καὶ ἐγώ σε βάλοιμι τυχὼν μέσον ὀξέϊ χαλκῷ.
Iliad 16.624: αῖψά κε καὶ κρατερός περ ἐὼν. καὶ χερσὶ πεποιθὼς.
Iliad 16.625: εὖχος ἐμοὶ δοίης. ψυχὴν δ’ Ἄϊδι κλυτοπώλῳ.
Commented on by msAim 16.218r1
Iliad 16.626: ὡς φάτο, τὸν δ’ ἐνένιπε Μενοιτίου ἄλκιμος υἱός :
Other texts (6 passages)
Scholia group: msAint
msAint 16.218r1: τρίτη ἀπο τελους ἡ οξεῖα κύριον γὰρ ⁑
Comments on 16.604
Scholia group: msAil
msAil 16.218r1: ἀπέπεμψε
Comments on 16.613@ἀφίει
Scholia group: msAim
msAim 16.218r1: ἐν αλλῳ δώιης ⁑
Comments on 16.625
Scholia group: msA
msA 16.218r1: ἔγχεος ἔνθ’αδ’ ἔπειτ’: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου , οὔκ εφέρετο καθάπαξ: ἐν δὲ τῇ δευτέρᾳ ἄλογος αὐτῷ παρέκειτο ⁑
Comments on 16.613
msA 16.218r2: ὀρχηστ/ην περ εόντα: εὐκίνητον κατα τὸν πόλεμον ὅ ἔστι συγκεκροτημενον τὰ πολεμικὰ καλῶς ἐπυρρίχιζον γὰρ τοῖς όπλοις οἱ Κρῆτες προς ἄσκησιν τῶν πολεμικῶν ὅ ἐστιν συν τοῖς ὅπλοις τὴν πυρριχήν καὶ ἔνοπλον όρχησιν ησκοῦντο. τρία γὰρ εἰδη ὀρχήσεως πυρρίχη. σίκιννις ἥτις ἐστι ἱερατικὴ καὶ ὁ κορδακισμὸνς αἰρσχός τις ὂν καὶ μᾶλλον κωμικοῖς ἁρμοδιος ⁑
Comments on 16.617
msA 16.218r3: ἔγχος ἐμόν: τινὲς διαμπερὲς εἰ σε ἔβαλόν περ , ἵν’ ᾖ εἴ σε ἔβαλλον διεπερόνησα ἄν , ἀλλ’ οὐδὲν ἀναγκαῖον οὕτως συνάπτειν: τὸ γὰρ ἔβαλον ἀντι τοῦ ἔτρωσαι : τὸ δε κατέπαυσαν διαμπερες οἷον εἰς ἀει ⁑
Comments on 16.618
previous | next |
---|---|
msA 217v | msA 218v |