Venetus A (Marciana 454 = 822), folio 218, verso
previous | next |
---|---|
msA 218r | msA 219r |
Iliad text (25 lines)
Iliad 16.629: νεκροῦ χωρήσουσι. πάρος τινὰ γαῖα καθέξει.
Iliad 16.630: ἐν γὰρ χερσὶ τέλος πολέμου. ἐπέων δ’ ἐνὶ βουλῇ:
Iliad 16.631: τῶ οὔ τι χρὴ μῦθον ὀφέλλειν, ἀλλὰ μάχεσθαι:
Iliad 16.632: Ὡς εἰπὼν. ὁ μὲν ἦρχ’. ὁ δ’ ἅμ’ ἕσπετο ϊσόθεος φώς.
Iliad 16.633: τῶν δ’ ὥς τε δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς ὀρώρει
Commented on by msAint 16.218v1, msA 16.218v1, msAim 16.218v1
Iliad 16.634: οὔρεος ἐν βήσσῃς. ἕκαθεν δέ τε γίνετ’ ἀκουὴ.
Commented on by msAint 16.218v2
Iliad 16.635: ὡς τῶν ὤρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυὁδείης
Commented on by msA 16.218v3
Iliad 16.636: χαλκοῦ τε. ῥινοῦ τε βοῶν τ’ εὐποιητάων
Commented on by msA 16.218v4, msA 16.218v5, msAim 16.218v2
Iliad 16.637: νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν:
Iliad 16.638: οὐδ’ ἂν ἔτι φράδμων περ ἀνὴρ, Σαρπηδόνα δῖον
Commented on by msAint 16.218v3, msA 16.218v6
Iliad 16.639: ἔγνω. ἐπεὶ βελέεσσι καὶ αἵματι. καὶ κονίῃσιν.
Iliad 16.640: ἐκ κεφαλῆς εἴλυτο διαμπερὲς ἐς πόδας ἄκρους:
Iliad 16.641: οἱ δ’ αἰεὶ, περι νεκρὸν ὁμίλεον. ὡς ὅτε μυῖαι
Iliad 16.642: σταθμῷ ἔνι βρομέωσι περιγλαγέας κατα πέλλας
Iliad 16.643: ὥρῃ ἐν εἰρινῇ , ὅτε τε γλάγος ἄγγεα δεύει:
Iliad 16.644: ὡς ἄρα τοὶ περὶ νεκρὸν ὁμίλεον: οὐδέ ποτε Ζεὺς
Iliad 16.645: τρέψεν ἀπὸ κρατερῆς ὑσμίνης ὄσσε φαεινώ.
Iliad 16.646: ἀλλὰ κατ’ αὐτοὺς αἰὲν όρα. καὶ φράζετο θυμῷ.
Iliad 16.647: πολλὰ μάλ’ ἀμφι φόνῳ Πατρόκλου μερμηρίζων:
Iliad 16.648: ἢ ἤδη καὶ κεῖνον ἐνὶ κρατερῇ ὑσμίνῃ.
Commented on by msAim 16.218v3
Iliad 16.649: αὐτοῦ ἐπ’ ἀντιθέῳ Σαρπηδόνι φαίδιμος Ἕκτωρ
Iliad 16.650: χαλκῷ δῃώσῃ, ἀπό τ’ ὤμων τεύχε’ ἕληται,
Iliad 16.651: ἠ ἔτι καὶ πλεόνεσσιν ὀφέλλειεν πόνον αἰπύν:
Iliad 16.652: ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι:
Iliad 16.653: ὄφρ’ ἠῢς θεράπων Πηληϊάδεω Ἀχιλῆος .
Other texts (12 passages)
Scholia group: msA
msA 16.218v1: τῶν δ’ ὥστε δρυτόμων ἀνδρῶν ἡ διπλῆ ὅτι ἀμφιβόλος κεῖται τὸ ὀρώρει πότερον ἐπι τῶν μαχομένων λέγεται τούτων ὀρώρει ὀρυμαγδὸς ὡς δρυτόμων, ἡ ἐπι τῶν δρυτόμων: ὡς δρυτόμων ἀνδρῶν ὀρυμαγδὸς οὕτως καὶ τῶν μαχομένων ὅπερ καὶ βούλεται, ὥστε τὸ όρωρε τὸν ἐνεστῶτα χρόνον σημαίνει⁑
Comments on 16.633
msA 16.218v2: ἐὰν γραφωμεν ορώρει παντ στιζομεν βήσσης καὶ ακουὴ καὶ δὶς ἔσται ἡ ανταπόδοσις λεγομένη, κοινὸν γὰρ νοεῖται τὸ ὀρώρει κατά τε τῶν δρυτόμων καὶ τῶν ἡρώων: βέλτιον δὲ γράφεσθαι μὲν ὄρωρεν , ὑποστίζεσθαι δὲ βήσσῃς καὶ ακουὴ , τὸ δὲ τῶν ἐπανηλεῖφθε τῶν δ’ ὥστε ⁑
Comments on 16.633-16.634
msA 16.218v3: ὡς τῶν ὄρνυτο δοῦπος ἀπο χθονὸς εὐρυοδείης: παράγωγον ἡγοῦνται τὴν λέξιν τοῦτ έστιν παρολκὴν τὴν ἐπι τέλους λεξεως διὸ εψίλωσαν βραχὺ δὲ διασταλτέον εὐρυοδείης . διχοθεν γάρ φησι τὸν ῆχον φέρεσθαι ἀπό τε τῆς γῆς καὶ τῶν όπλων⁑
Comments on 16.635
msA 16.218v4: χαλκοῦ τε ρινοῦ τε, ὅτι προειπὼν ῥινοῦ τε ὡς ἕτερον τι διάφορον συμπλέκει βοῶν τε : καὶ ἤτοι ἐξ επαναλήψεως νοητέον λέγεσθαι τὸ αὐτὸ ὡς πυκνοὶ καὶ θαμέες πολέμον τε μάχην τε : ἢ τὸν τε σύνδεσμον περιττὸν νομιστέον ἵν’ ᾖ ῥινοῦ βοῶν τοῦτέστι τῶν ἀσπίδων⁑
Comments on 16.636
msA 16.218v5: βοῶν τ’ εὐποιητάων, τὸ εὖ οὐ θέλουσι κατ ιδίαν προφέρεσθαι ἀλλ’ ἓν ποιεῖν εὐποιητάων ἐπεὶ καὶ ἐν ετέροις φησὶ τὴν δοτικὴν εὐποιητῇσι πύλῃσι παρωνυμως καγῶ δὲ συγκαττίθεμαι : ἐν δέ τισιν εὕρομεν ῥινῶν τε βοων τε κατα τὸ πληθυντικὸν⁑
Comments on 16.636
msA 16.218v6: οὐδ ἀν έτι φράδμων: αἱ μὲν κοιναὶ κατ αιτιατικὴν Σαρπηδόνα αἷς ἀκόλουθον ἐστι τὸ συνάπτειν, Σαρπηδόνα δῖον ἔγνω ἵν’ ὁ φράδμων τῶν συνετῶν καὶ λελογισμένων δηλοῖ. ἐὰν δὲ ὡς Ἀρίσταρχος γράφη Σαρπηδόνι δίῳ κατα δοτικὴν βραχὺ διασταλτέον ἐπι τὸ δίω, τὸ γὰρ λεγόμενον οὐ δὲ ὁ πάνου γνώριμος φησὶ καὶ συνήθης τῷ Σαρπηδόνι ἠδύνατο γνωρίσαι αὐτὸν δια τὸ αἵματι καὶ κόνει πεφύρθαι ⁑
Comments on 16.638
Scholia group: msAim
msAim 16.218v1: ουτως ορωρει Ἀρισταρχος
Comments on 16.633
msAim 16.218v2: ἀμεινον εῖχε φησὶ ὁ Αρισταρχος εἰ εγέγραπτο βοῶν εὐ ποιητάων έξω τοῦ τε συνδέσμου ⁑
Comments on 16.636
msAim 16.218v3: ἐκ πλήρους καὶ κεῖνον αἱ Ἀρισταρχου ⁑
Comments on 16.648
Scholia group: msAint
msAint 16.218v1: ἔν τισιν ορωρεν
Comments on 16.633
msAint 16.218v2: Ἀριστοφάνης αϋτμη ⁑
Comments on 16.634
msAint 16.218v3: Ἀρισταρχος κατα δοτικὴν Σαρπηδόνι Δίω
Comments on 16.638
previous | next |
---|---|
msA 218r | msA 219r |