Venetus A (Marciana 454 = 822), folio 219, recto

previousnext
msA 218vmsA 219v

Iliad text (25 lines)


Iliad 16.654: ἐξαῦτις Τρῶάς τε καὶ Ἕκτορα χαλκοκορυστὴν


Iliad 16.655: ὤσαιτο προτὶ ἄστυ. πολέων δ’ ἀπὸ θυμὸν ἕλοιτο:


Iliad 16.656: Ἕκτορι δὲ πρωτίστῳ ἀνάλκιδα θυμὸν ἐνῆκεν:


Iliad 16.657: ἐς δίφρον δ’ ἀναβὰς. φύγαδ’ ἔτραπε: κέκλετο δ’ ἄλλους


Iliad 16.658: Τρῶας φευγέμεναι: γνῶ γὰρ Διὸς ϊρὰ τάλαντα:


Iliad 16.659: ἔνθ’ οὐδ’ ἴ¨φθιμοι Λύκιοι μένον. ἂλλ’ ἐφόβηθεν


Iliad 16.660: πάντες. ἐπεὶ βασιλῆα ἴ¨δον βεβλαμμένον ἦτορ.

Commented on by msAint 16.219r1, msAim 16.219r1


Iliad 16.661: κείμενον ἐν νεκύων ἀγύρει: πολέες γὰρ. ἐπ’ αυτῷ


Iliad 16.662: κάππεσον. εῦτ’ έριδα κρατερὴν ἐτάνυσσε Κρονίων :


Iliad 16.663: οἱ δ’ ἂρ’ ἀπ’ ὤμοιϊν Σαρπηδόνος ἔντε’ ἕλοντο


Iliad 16.664: χάλκαια μαρμαίροντα: τὰ μὲν κοίλας ἐπὶ νῆας:


Iliad 16.665: δῶκε φέρειν ἑτάροισι Μενοιτίου ἄλκιμος υἱός :


Iliad 16.666: καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς :

Commented on by msA 16.219r1


Iliad 16.667: εἰ δ’ ἄγε νῦν φίλε Φοῖβε . κελαινεφὲς αἷμα κάθηρον


Iliad 16.668: ἐλθὼν ἐκ βελέων Σαρπηδόνα : καί μιν ἔπειτα

Commented on by msAint 16.219r2, msA 16.219r2


Iliad 16.669: πολλὸν ἀπὸ πρὸ φέρων. λοῦσον ποταμοῖο ῥοῇσι.

Commented on by msA 16.219r3


Iliad 16.670: χρῖσον τ’ ἀμβροσίῃ. περὶ δ’ ἄμβροτα εἵματα ἕσσον:


Iliad 16.671: πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι


Iliad 16.672: ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν. οἵ ῥά μιν ὦκα

Commented on by msA 16.219r4


Iliad 16.673: θήσουσ’ ἐν Λυκίης εὐρείης ἐν πίονι δήμῳ,

Commented on by msAint 16.219r3


Iliad 16.674: ἔνθά ἑ ταρχύσουσ ί κασίγνητοί τε έται τε

Commented on by msA 16.219r5


Iliad 16.675: τύμβῳ τε. στήλῃ τε. τὸ γὰρ γέρας ἐστὶ θανόντων:


Iliad 16.676: Ὣς ἔφατ’. οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων .


Iliad 16.677: βῆ δὲ κατ’ Ϊδαίων ὀρέων ἐς φύλοπιν αἰνήν:

Commented on by msA 16.219r6


Iliad 16.678: αὐτίκα δ’ ἐκ βελέων Σαρπηδόνα δῖον ἀείρας:


Other texts (10 passages)


Scholia group: msAint

msAint 16.219r1: βασιλῆα ἴ+δον βεβλαμμένον τὸ ῆτορ νέκρον⁑

Comments on 16.660


msAint 16.219r2: Ἀρισταρχος Σαρπηδόνι κατὰ δοτικήν ⁑

Comments on 16.668


msAint 16.219r3: γραφεται θήσουσι Λυκίης ⁑

Comments on 16.673


Scholia group: msAim

msAim 16.219r1: γραφέται δεδαϊγμένον ῆτορ⁑

Comments on 16.660


Scholia group: msA

msA 16.219r1: καὶ τότ’ Ἀπόλλωνα ὅτι Ζηνόδοτος καὶ ἐνταῦθα διεσκεύακε γράφων, καὶ τότ’ ἂρ ἐξ Ίδης προσέφη Ζεὺς ὅν φίλον υἱὸν ἵν’ ἐκ τῆς Ί+δης προσφωνεῖ τὸν ἐν τῷ πεδίῳ Ἀπόλλωνα . γελοῖον δὲ τὸ κραυγάζειν ἀπό τῆς Ἴδης τὸν Δία . οὐ νενόηκεν οὖν ὅτι τὰ τοιαῦτα κατὰ τὸ σιωπώμενον ἐνεργούμενα δεῖ παραδέχεσθαι καθάπερ καὶ ἐν τοῖς ἐπάνω περι τῆς Ἥρας ⁑

Comments on 16.666


msA 16.219r2: ἐλθὼν ἐκ βελέων Σαρπηδόνα : οὕτως Ἀρίσταρχος Σαρπεδόνι κατα δοτικήν Σαρπεδόνι καθ Ὅμηρον τὸ αῖμα. μήποτε δὲ Ζηνόδοτος ὀρθῶς ἠθέτικε τούτους παράλογον γὰρ τὸν ἀπενθῆ τοιαῦτα διακονεῖσθαι⁑

Comments on 16.668


msA 16.219r3: πολλὸν ἀπο προφέρων: τινες τὴν ἀπο ἀναστρέφουσιν ἵνα σημαίνῃ τὸ ἄπωθεν ὥσπερ καὶ ὁ Ἀσκαλωνίτης : εἰσὶ μέντοι οἵ παρολκὴν ἐδέξαντο τῆς πρό καὶ ἐφύλαξαν τῆς ἀπο τὴν προσῳδίαν ἵνα ᾖ τὸ ἑξῆς ἀποφέρων . οὔτως δὲ καὶ Φιλόξενος ἠξίου ἐπεὶ πολλὴ ἐστι παρέλκουσα: ἡ προ νότου ἀποπροταμῶν : ἡ δὲ διαπρο Πηλιὰς ἤϊεξε περιπρὸ γὰρ ἔγχεϊ θῦιεν . οὕτως δὲ καὶ ἐγὼ συγκατατίθεμαι⁑

Comments on 16.669


msA 16.219r4: ὔπνωι καὶ θανάτω: διδυμάοσι: τελευτώντων γὰρ ἐκλείπει παντελῶς ἡ ψυχὴ, καθευδόντων δὲ συστελλέται ἡ δύναμις της ψυχῆς. ⁑

Comments on 16.672


msA 16.219r5: κασίγνητοί τε ἔται τε. κασίγνητοι ἁπλοϊκῶς νῦν οἰ συγγενεῖς. οὐδεὶς γὰρ ἱστορηκεν αὐτοῦ ἀδελφούς ⁑

Comments on 16.674


msA 16.219r6: βῆ δὲ κατ’ Ἰδαίων : ὅτι Ζηνόδος καὶ τοῦτον περιήρηκε τηρῶν τὸ σύμφωνον ἑαυτῷ ⁑

Comments on 16.677


previousnext
msA 218vmsA 219v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1