Venetus A (Marciana 454 = 822), folio 219, verso
previous | next |
---|---|
msA 219r | msA 220r |
Iliad text (23 lines)
Iliad 16.679: πολλὸν ἀπὸ πρὸ φέρων. λοῦσεν ποταμοῖο ῥοῇσι.
Iliad 16.680: χρῖσεν τ’ ἀμβροσίῃ. περὶ δ’ ἄμβροτα εἵματα ἕσσε:
Iliad 16.681: πέμπε δέ μιν πομποῖσιν ἅμα κραιπνοῖσι φέρεσθαι,
Iliad 16.682: ὕπνῳ καὶ θανάτῳ διδυμάοσιν: οἵ ῥά μιν ὦκα
Iliad 16.683: κάτθεσαν ἐν Λυκίης εὐρείης πίονι δήμῳ:
Iliad 16.684: Πάτροκλος δ’ ἵπποισι καὶ Αὐτομέδοντι κελεύσας.
Iliad 16.685: Τρῶας καὶ Λυκίους μετεκίαθε. καὶ μέγ’ ἀάσθη.
Iliad 16.686: νήπιος: εἰ δὲ ἔπος Πηληϊάδαο φύλαξεν.
Commented on by msA 16.219v1
Iliad 16.687: ῆ τ’ ὰν ὑπέκφυγε κῆρα κακὴν μέλανος θανάτοιο:
Iliad 16.688: ἂλλ’ αἰε ὶ τε Διὸς κρείσσων νόος ἠ ὲ περ ἀνδρός:
Commented on by msA 16.219v2, msAim 16.219v1
Iliad 16.691: ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν:
Iliad 16.692: Ἔνθα τίνα πρῶτον. τίνα δ’ ὕστατον ἐξενάριξας
Iliad 16.693: Πατρόκλεις . ὅτε δή σε θεοὶ θάνατον δ’ ἐκάλεσσαν:
Iliad 16.694: Ἄδρηστον μὲν πρῶτα: καὶ Αὐτόνοον . καὶ Ἔχεκλον .
Iliad 16.695: καὶ Πέριμον . καὶ Ἐπίστορα . καὶ Μελάνιππον :
Iliad 16.696: αὐτὰρ ἔπειτ’ Έλασον . καὶ Μούλιον . ἠδὲ Πυλάρτην :
Iliad 16.697: τοὺς ἕλεν: οἱ δ’ ἄλλοι φύγαδε μνώοντο ἕκαστος:
Commented on by msA 16.219v3, msA 16.219v4
Iliad 16.698: Ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
Iliad 16.699: Πατρόκλου ὑπὸ χερσί. περὶ πρὸ γὰρ ἔγχεϊ θῦιεν.
Iliad 16.700: εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
Iliad 16.701: ἔστη. τῷ ὀλοὰ φρονέων. Τρώεσσι δ’ ἀρήγων:
Iliad 16.702: τρὶς μὲν ἐπ’ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
Commented on by msAim 16.219v2
Iliad 16.703: Πάτροκλος . τρὶς δ’ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
Other texts (8 passages)
Scholia group: msAil
msAil 16.219v1: ἐβλάβη
Comments on 16.685@ἀάσθη
Scholia group: msAim
msAim 16.219v1: γραφεται ἀνδρῶν
Comments on 16.688
msAim 16.219v2: ὅτι ἀγκῶνος τῆς γωνίας λε
Comments on 16.702
msAim 16.219v3: βέλτιον τοῖς ἑξῆς τοῦτο συνάπτειν ⁑
Comments on 16.704
Scholia group: msA
msA 16.219v1: νήπιος εἰδὲ ἔπος τὸ νήπιος καθεαυτὸ ουτ γὰρ μᾶλλον ἐμφαίνει τον ἐπισχετλιάζοντα ἁμαρτάνουσι δὲ οἱ συνάπτοντες ⁑
Comments on 16.686
msA 16.219v2: ἀλλ᾽αἰεί τε Διὸς ὅτι τινὲς χωρὶς τοῦ ν γράφουσι κρείσσω, τὰδε τοιαῦτα συγκριτικὰ ἐπι τῆς ορθῆς σύν τῷ ν λέγεται καὶ τὸ κρεῖσσον ἐπι τοῦ κατα δύναμιν τίθησιν ὁ ποιητης ⁑
Comments on 16.688
msA 16.219v3: τοὺς ἕλεν οἱ δ᾽ἄλλοι ὅτι ζηνόδοτος γράφει τοὺς έλες . ἀγνοεῖ δὲ ὅτι ἀπεστρεφε τὸν λόγον ἐκ τοῦ προς αὐτὸν ἐπι τὸν περι αυτοῦ καὶ πολλάκις ἀποστροφὰς ποιεῖται ⁑
Comments on 16.697
msA 16.219v4: οἱ δ᾽ἄλλοι φύγαδὲ μνώοντο, τοῦτο οὐκ εἰσοδυναμεῖ τὸ εἰς φυγὴν ὡς τὸ ῆ ὁ μὲν φύγαδ᾽αὖθις ὑποστρέψας , ἀντι γὰρ αἱτιατικῆς, οὐ μετα τῆς εἶς . διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου ἐστιν ἢτοι κατα μεταπλασμὸν γενομένης τῆς αιτιατικῆς ποιητικῶς ὡς σκέπην σκέπα φυγήν φύγα ἢ ὡς οἵεται ὁ Ἀσκαλονίτης ἀπευθείας τῆς φύξ ὡ Στύξ Στῦγας τοῦ δὲ ἐνθάδε παρέλκοντος. ἢ ἐπίρρημα εστι ταυτὸ σημαῖνον τῇ αιτιατικῇ ὡς καὶ ἄλλα παραγωγα ἐπίρρηματα ἰσοδυναμοῦντα τοῖς πρωτοτύποις: ἴδηθεν μεδέων δόρυ δ᾽ἔκβαλεν ἔκτοσε χειρὸς . ἀλλ᾽οῦν γε ὡς ἂν ἔχῃ, οὐκ εναντιοῦται τὸ τοῦ τόνου, ἤτοι γὰρ δύο τόνοι ἔσονται, φύγαδὲ ὡς οὔλυμπονδὲ ή ει ὡς άγρε δὲ τὸ γοῦν ἄλαδ᾽ἐλκομενάων δύναται καὶ δύο μερή λόγου εἶναι ὡς οἰκονδὲ ἐντελοῦς οὔσης τῆς αιτιατικης ὴ πάλιν κατα παραγωγὴν ὡς ἀγραδὲ ἅλαδὲ ταῦτα ὁ Ηρωιδιανὸς ἐν τῷ ΙΘ τῆς καθόλου ⁑
Comments on 16.697
previous | next |
---|---|
msA 219r | msA 220r |