Venetus A (Marciana 454 = 822), folio 220, recto
previous | next |
---|---|
msA 219v | msA 220v |
Iliad text (25 lines)
Iliad 16.706: δεινὰ δ’ ὁμοκλήσας. ἔπεα πτερόεντα προσηύδα.
Commented on by msAim 16.220r_1
Iliad 16.707: χάζεο διογενὲς Πατρόκλεις οὔ νύ τοι αἶσα
Commented on by msAim 16.220r_2
Iliad 16.708: σῶ ὑπο δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων.
Iliad 16.709: οὐδ’ ὑπ’ Ἀχιλλῆος . ὅςπερ σέο πολλὸν ἀμείνων:
Iliad 16.710: ὣς φάτο. Πάτροκλος δ’ ἀνεχάζετο πολλὸν ὀπίσσω.
Commented on by msA 16.220r_1
Iliad 16.711: μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος :
Iliad 16.712: Ἕκτωρ δ’ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους:
Iliad 16.713: δίζε γὰρ, ἠὲ μάχοιτο κατα κλόνον αὖτις ἐλάσσας.
Iliad 16.714: ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν αλῆναι:
Iliad 16.715: ταῦτ’ άρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
Iliad 16.716: ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
Commented on by msAim 16.220r_3
Iliad 16.717: Ἀσίῳ . ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο.
Iliad 16.718: αὐτοκασίγνητος Ἑκάβης . υἱὸς δὲ Δύμαντος ,
Iliad 16.719: ὃς Φρυγίῃ ναίεσκε, ῥοῇς ἔπι Σαγγαρίοιο :
Commented on by msAint 16.220r_1, msA 16.220r_2
Iliad 16.720: τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων :
Iliad 16.721: Ἕκτορ . τίπτε μάχης ἀποπαύεαι. οὐδέ τι σε χρή:
Iliad 16.722: αἴθ’ ὅσον ἥσσων εἰμὶ. τόσον σέο φέρτερος εἴην:
Iliad 16.723: τῶ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας:
Iliad 16.724: ἂλλ’ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους:
Iliad 16.725: αἴ κέν πως μιν ἕλῃς. δώῃ δέ τοι εὖχος Ἀπόλλων :
Commented on by msA 16.220r_3
Iliad 16.726: ὡς εἰπὼν. ὃ μὲν αὖτις ἔβη θεὸς ἀμ πόνον ἀνδρῶν:
Iliad 16.727: Κεβριόνῃ δ’ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
Iliad 16.728: ἵ+ππους ἐς πόλεμον πεπληγέμεν: αὐτὰρ Ἀπόλλων
Iliad 16.729: δύσεθ’ ὅμιλον ἰών. ἐν δὲ κλόνον Ἀργείοισιν
Iliad 16.730: ἧκε κακὸν. Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν:
Other texts (8 passages)
Scholia group: msA
msA 16.220r_1: ‡ ὡς φάτο , Πάτροκλος δ’ ἀνεχάζετο πολλὸν οπίσσω: ὅτι Ζηνόδοτος γράφει τυτθὸν. ὁδε αὐτὸς στίχος καὶ ἐπι τοῦ Διομήδους κεῖτᾱι καὶ εὐλόγως ἐκεῖ μὲν γράφεται τυτθόν συμπάρεστι γὰρ ἡ Ἀθηνᾶ προτρεπομένη θεομαχεῖν ἐνθάδε δὲ πολλὸν. προεντέταλται γὰρ ὁ Ἀχιλλεύς μάλα τοῦ γέ φιλεῖ ἑκάεργος Ἀπόλλων ⁑
Comments on 16.710
msA 16.220r_2: αὐτοκασίγνητος Ἑκάβης : ὅτι Ὅμηρος τὴν Ἑκάβην Δύμαντος . ὁ δε Εὑριπίδης Κισσέως
Comments on 16.719
msA 16.220r_3: αἴ κεν πῶς μιν ἕλης: διαστολη μεν ἐστι βραχεῖα, ἐπι τὸ ἕλης κοινὸς γὰρ ὁ αἴ κεν σύνδεσμος. καὶ ἐπι τοῦ ἑξῆς, ἐὰν πως αὐτὸν ἕλης καί σοὶ δῷ τὴν νίκην ὁ Ἀπόλλων . δύναται δεὶ στίζεσθαι ἐπὶ τὸ ἕλῃς καὶ ἔχει ἦθος⁑
Comments on 16.725
Scholia group: msAim
msAim 16.220r_1: γρ προσέφη εκάεργος Απο
Comments on 16.706
msAim 16.220r_2: Ἀρισταρχ ου νύπω αῖσα
Comments on 16.707
msAim 16.220r_3: ουτ εἰσάμενος ἐπιφέρει γοῦν τῷ μιν ἐεισέμενος
Comments on 16.716
Scholia group: msAil
msAil 16.220r_1: ἀμφέβαλλεν ἐδίσταζεν ⁑
Comments on 16.747@δίζε
Scholia group: msAint
msAint 16.220r_1: οτ Ὅμηρος ἑτέραν τὴν Φρυγίαν τῆς Τροίας οῖδεν⁑
Comments on 16.719
previous | next |
---|---|
msA 219v | msA 220v |