Venetus A (Marciana 454 = 822), folio 220, verso

previousnext
msA 220rmsA 221r

Iliad text (25 lines)


Iliad 16.731: Ἕκτωρ δ’ ἄλλους μὲν Δαναοὺς ἔα, οὐδ’ ἐνάριζεν:


Iliad 16.732: αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵ+ππους:

Commented on by msAim 16.220v_1


Iliad 16.733: Πατροκλος δ’ ἑτέρωθεν ἀφ’ ἵππων ἆλτο χαμᾶζε


Iliad 16.734: σκαιῇ ἔγχος ἔχων: ἑτέρηφι δὲ λάζετο πέτρον


Iliad 16.735: μάρμαρον. ὀκριόεντα. τόν οἱ περὶ χεὶρ. ἐκάλυψεν.


Iliad 16.736: ἧκε δ’ ἐρεισάμενος. οὐδὲ δὴν. ἄζετο φωτὸς.


Iliad 16.737: οὐδ’ ἁλίωσε βέλος. βάλε δ’ Ἕκτορος ἡνιοχῆα

Commented on by msAint 16.220v_1


Iliad 16.738: Κεβριονην . νόθον υἱὸν ἀγακλῆος Πριάμοιο .


Iliad 16.739: ἵππων ἡνί’ ἔχοντα. μετώπιον ὀξέϊ λᾶϊ.


Iliad 16.740: ἀμφοτέρας δ’ ὀφρῦς σύνελεν λίθος. οὐδέ οἱ ἔσχεν


Iliad 16.741: ὀστεόν. ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν


Iliad 16.742: αὐτοῦ πρόσθε ποδῶν: ὁ δ’ ἂρ’ ἀρνευτῆρι ἐοικὼς


Iliad 16.743: κάππεσ’ ἀπ’ εὐεργέος δίφρου. λίπε δ’ ὀστέα θυμός:


Iliad 16.744: τὸν δ’ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱ+ππεῦ:


Iliad 16.745: ὦ πόποι: ἦ μάλ’ ἐλαφρὸς ἀνὴρ. ὡς ῥεῖα κυβιστᾷ:


Iliad 16.746: εἰ δή που καὶ πόντῳ: ἐν ϊχθυόεντι γένοιτο.


Iliad 16.747: πολλοὺς ἂν κορέσειεν, ἀνὴρ ὁδε. τήθεα διφῶν.

Commented on by msA 16.220v_1


Iliad 16.748: νηὸς ἀποθρῴσκων. εἰ καὶ δυσπέμφελος εἴη:

Commented on by msA 16.220v_2


Iliad 16.749: ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ:


Iliad 16.750: ῆ ρα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν:


Iliad 16.751: ὡς εἰπὼν: ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει


Iliad 16.752: οἷμα λέοντος ἔχων. ὅς τε σταθμοὺς κεραΐζων


Iliad 16.753: ἔβλητο πρὸστῆθος . ἑή τέ μιν ὤλεσεν ἀλκή.


Iliad 16.754: ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεις ἆλσο μεμαώς:


Iliad 16.755: Ἕκτωρ δ’ αῦθ’ ἑτέρωθεν ἀφ’ ἵππων ᾶλτο χαμᾶζε:


Other texts (6 passages)


Scholia group: msA

msA 16.220v_1: ‡πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅτι ἅπαξ εἴρηκε τήθεα: ἔστι δὲ εἶδος τῶν θαλασσίων ὁστρέων προς τοὺς Χωρίζοντας φασὶ γὰρ ὅτι ὁ τῆς Ἰλιάδος ποιητὴς οὐ παρεισάγει τοὺς ἥρωας χρωμένους ἰχθύσιν. ὁ δὲ τῆς Οδ : φανερὸν δὲ ὅτι εἰ και μὴ παράγει χρωμένους, ἴσασιν. ἐκ τοῦ τὸν Πάτροκλον ὀνομάζειν τήθεα. νοητέον δὲ τὸν ποιητὴν δια τὸ μικροπρεπὲς παρῃτῆσθαι καὶ μὴν, οὐδὲ λαχάνοις παρεισάγει χρωμένους: ἀλλ’ ὅμως φησὶ δμῶες Ὀδυσσῆος τε μένος μέγα κοπρήσοντες ⁑

Comments on 16.747


msA 16.220v_2: νηὸς ἀποθρώισκων εἰ καὶ δυσπέμφελος ὅτι Ζηνόδοτος γράφει εἰ καὶ δυσπέμφελοι εἶεν . ὥστε ἐπι τῶν ἀνδρῶν εἶναι οἷον εἰ και δυσάρεστοι εἶεν οἱ συνεσθίοντες βέλτιον δὲ ἐπι τῆς θαλάσσης εἰ καὶ δυσχείμερος εἴη καὶ τραχεῖα τὴν γὰρ τοῦ κολυμβητοῦ ἐντρέχειαν, ἀντιπαρατίθησι τὸ ἀπο τοῦ δίφρου κεκυβιστηκότι: καὶ Ἡσίοδος δὲ ἐπι τῆς θαλάσσης τέταχε καὶ τοις οι γλαυκον δυσπέμφελον ἐργάζονται ⁑

Comments on 16.748


Scholia group: msAim

msAim 16.220v_1: ἐν ἄλλω ἔπεχε

Comments on 16.732


Scholia group: msAil

msAil 16.220v_1: όστρεα

Comments on 16.747@τήθεα


msAil 16.220v_2: ὡς ᾶλτο

Comments on 16.754@ἆλσο


Scholia group: msAint

msAint 16.220v_1: ηὐλαβηθη αντί τοῦ οῦδε ὁλως ηυλαβηθη αυτόν⁑

Comments on 16.737


previousnext
msA 220rmsA 221r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1