Venetus A (Marciana 454 = 822), folio 221, recto
previous | next |
---|---|
msA 220v | msA 221v |
Iliad text (25 lines)
Iliad 16.756: τὼ περὶ Κεβριόναο λέονθ’ ὡς δηρινθήτην:
Iliad 16.757: ὥ τ’ ὄρεος κορυφῇσι. περι κταμένης ἐλάφοιο:
Iliad 16.758: ἄμφω πεινάοντε. μέγα φρονέοντε μάχεσθον:
Iliad 16.759: ὡς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς.
Iliad 16.760: Πάτροκλός τε Μενοιτιάδης. καὶ φαίδιμος Ἕκτορ
Iliad 16.761: ἵ+εντ’ ἀλλήλων ταμέειν χρόα νηλέϊ χαλκῷ.
Iliad 16.762: Ἕκτωρ μὲν κεφαλῆφιν ἐπεὶ λάβεν. οὐχὶ μεθίει:
Iliad 16.763: Πάτροκλος δ’ ἑτέρωθεν ἔχεν ποδὸς. οἱ δὲ δὴ ἄλλοι
Iliad 16.764: Τρῶες καὶ Δαναοὶ, σύναγον κρατερὴν ὑσμίνην:
Iliad 16.765: ὡς δ’ Εὖρός τε Νότος τ’ ἐριδαίνετον ἀλλήλοιϊν
Commented on by msA 16.221r_1
Iliad 16.766: οὔρεος ἐν βήσσῃς βαθέην πελεμιζέμεν ὕλην:
Iliad 16.767: φηγόν τε, μελίην τε. τανύφλοιόν τε κράνειαν,
Iliad 16.768: αἵ τε πρὸς ἀλλήλας ἔβαλον τανυήκεας ὄζους
Commented on by msA 16.221r_2
Iliad 16.769: ἠχῇ θεσπεσίῃ. πάταγος δέ τε ἀγνυμενάων:
Commented on by msAim 16.221r_1
Iliad 16.770: ὡς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες
Iliad 16.771: δῄουν. οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο:
Iliad 16.772: πολλὰ δὲ Κεβριόνην ἀμφὶ ὀξέα δοῦρα πεπήγει .
Iliad 16.773: ἰ+οί τε πτερόεντες ἀπὸ νευρῆφι θορόντες.
Iliad 16.774: πολλὰ δὲ χερμάδια μεγάλ’. ἀσπίδας ἐστυφέλιξεν
Commented on by msAint 16.221r_1, msAim 16.221r_2
Iliad 16.775: μαρναμένων ἀμφ’ αὐτόν: ὃ δε στροφάλιγγι κονίης
Commented on by msA 16.221r_3, msAim 16.221r_3
Iliad 16.776: κεῖτο μέγας μεγαλωστὶ. λελασμένος ἱπποσυνάων:
Commented on by msAint 16.221r_2
Iliad 16.777: ὄφρα μὲν Ἠέλιος μέσον οὐρανόν ἀμφιβεβήκει.
Iliad 16.778: τόφρα μὲν ἀμφοτέρων βέλε’ ἥπτετο. πίπτε δὲ λαὸς :
Iliad 16.779: ἦμος δ’ Ἠέλιος μετενίσετο: βουλυτὸν δὲ.
Commented on by msA 16.221r_4, msAim 16.221r_4
Iliad 16.780: καὶ τότε δή ῥ’ ὑπὲρ αῖσαν Ἀχαιοὶ φέρτεροι ἦσαν:
Other texts (10 passages)
Scholia group: msA
msA 16.221r_1: ὡς δ’ Εὑρός τε Νότος τ’. ἡ παραγωγὴ προς τὸ συρράσσειν καὶ συμπλέκεσθαι ἀλλήλοις, ἐστιν οὖν ἰδίαν δια τῶν ἑπῶν δύο ἀνέμων μάχην, ἑκατέρου κρατεῖν βιαζομένου: ὅμοιον δέ εστι τὸ Βορέης καὶ Ζέφυρος ⁑
Comments on 16.765
msA 16.221r_2: αἵ τε προς ἀλλήλας. ὅτι οὐκ εντέτακται ἡ ἀκὴ, καθάπερ ἐπι τοῦ ξίφους τανύηκες ἄορ , ἀλλα κατα παραγωγὴν τανυήκεας ὄζους, οἷον τανούς, ὡς κελενεφὲς αἷμα : τὸ δὲ τανυήκεας ὡς εὐμήκεας οὕτως ἀνεγνώσθη εἴπομεν δὲ ἐν ἑτέροις καὶ τὴν ἀφορμήν⁑
Comments on 16.768
msA 16.221r_3: ‡κεῖτο μέγας μεγαλωστὶ ὁ ἀστερίσκος ὅτι εἰς τὴν δευτέραν Νεκυΐαν μετάκειται οὐχ ὑγιῶς: καὶ ὅτι Ϊακῶς λελασμένος ἀντὶ τοῦ λελησμένος πρὸς τὸ ἐν καρὸς αἴσῃ ὅτι ἀντὶ τοῦ ἐν κηρὸς μοῖρα
Comments on 16.775
msA 16.221r_4: βουλυτὸν δὲ. ἐπι τὴν ἑσπέραν, καθ ὃν καιρὸν οἱ βόες ἀπολύονται⁑
Comments on 16.779
Scholia group: msAim
msAim 16.221r_1: λ γινετ
Comments on 16.769
msAim 16.221r_2: Αρίσταρχ δια τοῦ α εστυφελιξαν ⁑
Comments on 16.774
msAim 16.221r_3: Αριστ ὁ δ’ ἐν στροφάλιγγι σὺν τῷ ν ⁑
Comments on 16.775
msAim 16.221r_4: καθ ὃν καιρὸν οἱ βόες ἀπολύονται τῶν ἔργων⁑
Comments on 16.779
Scholia group: msAint
msAint 16.221r_1: βραχ διασταλτέον ἐπι τὸ μεγάλ’⁑
Comments on 16.774
msAint 16.221r_2: επι το μεγαλωστι βραχὺ διαστ ⁑
Comments on 16.776
previous | next |
---|---|
msA 220v | msA 221v |