Venetus A (Marciana 454 = 822), folio 225, recto

previousnext
msA 224vmsA 225v

Iliad text (25 lines)


Iliad 17.76: ἵππους Αἰακίδαο δαί̈φρονος: οἳ δ̀’ ἀλεγεινοὶ


Iliad 17.77: ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ’ ὀχέεσθαι


Iliad 17.78: ἄλλῳ γ’. ἢ Ἀχιλῆϊ . τὸν ἀθανάτη τέκε μήτηρ:


Iliad 17.79: τόφρα δέ τοι Μενέλαος ἀρήϊος. Ἀρέος υἱὸς.


Iliad 17.80: Πατρόκλῳ περιβὰς. Τρώων τὸν ἄριστον ἔπεφνε.

Commented on by msA 17.36


Iliad 17.81: Πανθοίδην Εὔφορβον . ἔπαυσε δὲ θούριδος ἀλκῆς:


Iliad 17.82: ὡς εἰπὼν, ὁ μὲν αὖτις ἔβη θεὸς ἀμ πόνον ἀνδρῶν:


Iliad 17.83: Ἕκτορα δ’ αἰνὸν άχος πύκασε φρένας ἀμφιμελαίνας:


Iliad 17.84: πάπτηνεν δ’ ὰρ ἔπειτα καταστίχας, αὐτίκα δ’ ἔγνω


Iliad 17.85: τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα, τὸν δ’ ἐπι γαίῃ


Iliad 17.86: κείμενον. ἔρρει δ’ αἷμα κατ’ ουταμένην ὠτειλήν:

Commented on by msAint 17.10


Iliad 17.87: βῆ δὲ δια προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.


Iliad 17.88: ὀξέα κεκληγὼς φλογὶ είκελος Ἡφαίστοιο

Commented on by msAint 17.11


Iliad 17.89: ἀσβέστῳ. οὐδ’ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας:


Iliad 17.90: ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:


Iliad 17.91: ώιμοι ἐγὼν. εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ.

Commented on by msAint 17.12


Iliad 17.92: Πάτροκλόν θ’, ὃς κεῖται ἐμῆς ἕνεκ’ ἐνθάδε τιμῆς.

Commented on by msA 17.37


Iliad 17.93: μή τις μοι Δαναῶν νεμεσήσεται, ὅς κεν ί̈δηται:

Commented on by msAint 17.13


Iliad 17.94: εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι.

Commented on by msAint 17.14


Iliad 17.95: αἰδεσθεὶς μή πως με περιστείωσ’ ἕνα69 πολλοί:

Commented on by msAim 17.12


Iliad 17.96: Τρῶας δ’ ἐνθάδε πάντας ἄγει κορυθαιόλος Ἕκτωρ :

Commented on by msA 17.39


Iliad 17.97: ἀλλὰ τίή μοι ταῦτα φίλος διελέξατο θυμός:


Iliad 17.98: ὁππότ’ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι


Iliad 17.99: ὅν κε θεὸς τιμᾷ. ταχά οἱ, μέγα πῆμα κυλίσθη:


Iliad 17.100: τώ μ’ οὔ τις Δαναῶν νεμεσήσεται, ὅς κεν ί̈δηται


Other texts (14 passages)


Scholia group: msAint

msAint 17.10: ὅτι παρητυμολόγησεν τὸ ὄνομα

Comments on 17.86


msAint 17.11: μετα τὸ κεκλιγώ βραχ διασταλτ μαλλον γὰρ ἐμφαίνει ⁑

Comments on 17.88


msAint 17.12: τὸ εξῆς ἐστι κατλίπω διὸ ἀναστρεπτέον τὴν πρόθ ⁑

Comments on 17.91


msAint 17.13: αντ τοῦ νεμεσήσητ μέμψηται

Comments on 17.93


msAint 17.14: προσληπτέον τὸ εὐλαβοῦμαι ⁑

Comments on 17.94


Scholia group: msAim

msAim 17.12: Αρισταρχ δια τοῦ η πεστηῳσι

Comments on 17.95


Scholia group: msA

msA 17.36: ‡ Πατρόκλῳ περιβὰς, πρoς τὴν περίβασιν Τρῶς ’ ἄρα ὁ Εὔφορβος , ἀλλα καὶ Δάρδανος οἳ ἄρα Δάρδανοι Τρῶες , καὶ ὃτι ἀντι τοῦ τὸν ἐν τοῖς Τρωσὶν ἄριστον οὐ γάρ ἐστιν ὡς Μυρμϊδόνων τὸν ἄριστον ⁑

Comments on 17.80


msA 17.37: ‡ Πάτροκλον δ’ ὃς κεῖται ὅτι ἡ τιμὴ ἀντι τῆς τιμωρίας , καὶ νῦν τέτακται: ἕνεκα ἐμοῦ κεῖται τιμωρούμενος τοὺς Τρωας ⁑

Comments on 17.92


msA 17.38: ‡ εἰ δέ κεν Ἕτορι μοῦνος, ὑποστικτέον ἐπι τὸ αἰδεσθεις , στικτέον δὲ, ἐπι τὸ πολὺ , ὁ γὰρ λόγος ἐλλιπής ἐστι λείποντος τοῦ εὐλαβοῦμαι ἠ τινὸς τοιούτου ὡς καὶ ἐν τοῖς προκειμένοις μή τις μοι Δαναῶν ἔστι γὰρ τὸ πλῆρες εὐλαβοῦμαι μή με τῶν Ἑλλήνων μέμψηταί τις τὸν αὐτὸν τρόπον καὶ ἐνθαδε, ἐὰν δὲ μόνος ὦν Ἔκτορι καὶ Τρωσὶ μάχωμαι αἰδεσθεὶς. εὐλαβοῦμαι μή πως με περιστήωσ’ ἕνα πολλοὶ ὄντες ⁑

Comments on 17.93-17.95


msA 17.39: Τρῶας ἐνθάδε πάντας: εἰς τὸ πιθανὴν γενέσθαι τὴν ἀναχώρησιν προκατασκευάζει ⁑

Comments on 17.96


msA 17.40: ‡ ὁππότ’ ἀνὴρ ἐθέλῃ προς δαίμονα φωτὶ μάχεσθαι ‡ ὅτε ἀνηρ βούλεται ἀνδρὶ μάχεσθαι ὃν θεὸς τιμᾷ, πρὸς θν μάχεται

Comments on 17.98-17.99


msA 17.41: οππότ’ ανηρ: πῶς ἅμα πρὸς δαίμονα καὶ ἅμα φωτὶ μάχεσθαι, ἀλλα τὸ προς δαίμονα τοιοῦτόν ἐστιν ὡς λέγογεν πρὸς κῦμα ἐναντιούμενος δαίμονι : ὁ γὰρ φωτὶ μαχόμενος τῷ ὑπὸ θεῶν τιμωμένῳ ἢ ὑπὸ θεῶν ἀγαπωμένῳ αὐτῷ τῷ θω μάχεται τῷ εκείνων στέργοντι: ὁ Πίνδαρος . ἴσον μὲν θν , ἅνδρα τε φίλον ὑποτρέσαι ἐκέλευσεν ἐπ ἴσης τῶν τε θεῶν καὶ τῶν φίλων θω ἄνδρα θεοφιλῇ μη θαύμαζε γάρ φησιν ὁ Πλάτων ἠ ϊέρακες μὲν καὶ ἴβεις ἔχουσι τοὺς ὑπερασπίζοντας θεοὺς ἀνδρὸς δὲ ἀγαθοῦ οὐκ ἄν τις ὑπερασπίσαι:

Comments on 17.98-17.99


msA 17.42: ἄλλως, οὐκ ἄρα τῷ πολέμῳ οὐδε τοῖς Τρωσὶν ὑποχωρεῖ αλλα τοῖς θεοῖς ἐναντιοῦσθαι οὐ βούλεται: τὸ δε τῆς διανοίας οὕτως: τῷ φωτὶ ὅν κε θεὸς τιμᾷ πρὸς δαίμονά ἐστι μάχεσθαι⁑

Comments on 17.98-17.99


msA 17.43: ὅν καὶ θς τιμᾷ ἡ ὑποστιγμὴ μετα τὸ τιμᾷ ὸ δὲ λόγος. ὁπότ ἄν τις βούληται παρα θυ γνώμην ἀνδρὶ μάχεσθαι, ὁφείλει ταχέως αὐτῷ κακὸν ἐπέρχεσθαι: τὸ γὰρ προς δαίμονα ἀντι τοῦ παρὰ θυ γνώμην ὡς καὶ πρὸς δαίμονά εἴ πως ἐρησθ

Comments on 17.98-17.99


previousnext
msA 224vmsA 225v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1