Venetus A (Marciana 454 = 822), folio 224, verso

previousnext
msA 224rmsA 225r

Iliad text (25 lines)


Iliad 17.51: αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι:

Commented on by msA 17.25, msA 17.26, msA 17.27


Iliad 17.52: πλοχμοί θ’. οἳ χρυσῷ τὲ καὶ ἀργύρῳ ἐσφήκωντο:


Iliad 17.53: οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης

Commented on by msA 17.28


Iliad 17.54: χώρῳ ἐν οἰοπόλῳ. ὅθ’ άλις ἀναβέβροχεν ὕδωρ,

Commented on by msA 17.29, msAim 17.9


Iliad 17.55: καλὸν. τηλεθάον. τὸ δέ τε πνοιαὶ δονέουσι


Iliad 17.56: παντοίων ἀνέμων. καί τε βρύει ἄνθεϊ λευκῷ:


Iliad 17.57: ἐλθὼν δ’ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ.


Iliad 17.58: βόθρου τ’ ἐξέστρεψε. καὶ ἐξετάνυσσ’ ἐπὶ γαίῃ:


Iliad 17.59: τοῖον Πάνθου υἱὸν, ἐϋμμελίην Εὔφορβον


Iliad 17.60: Ἀτρείδης Μενέλαος ἐπεὶ κτάνε τεύχε’ ἐσύλα:


Iliad 17.61: ὡς δ’ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς,


Iliad 17.62: βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη.


Iliad 17.63: τῆς δ’ ἐξ αὐχέν’ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι


Iliad 17.64: πρῶτον. ἔπειτα δέ θ’ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει

Commented on by msAint 17.9


Iliad 17.65: δῃῶν: ἀμφὶ δὲ τόν γε κύνες ἄνδρές τε νομῆες

Commented on by msA 17.30, msAim 17.10


Iliad 17.66: πολλὰ μάλ’ ϊύζουσιν ἀπόπροθεν οὐδ’ ἐθέλουσιν


Iliad 17.67: ἀντίον ἐλθέμεναι μάλα γὰρ χλωρὸν δέος αιρεῖ.


Iliad 17.68: ὣς τῶν οὔ τινι θυμὸς ἐνι στήθεσσιν ἐτόλμα


Iliad 17.69: ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο:


Iliad 17.70: ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοίδαο

Commented on by msA 17.32


Iliad 17.71: Ἀτρείδης , εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων :

Commented on by msAim 17.11


Iliad 17.72: ὅς ῥά οἱ Ἕκτορ’ ἐπῶρσε θοῶ ἀτάλαντον Ἄρηϊ :


Iliad 17.73: ἀνέρι εἰσάμενος, Κικόνων ἡγήτορι Μέντῃ.

Commented on by msA 17.33, msA 17.34


Iliad 17.74: καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα:


Iliad 17.75: Ἕκτορ . νῦν σὺ μὲν ὧδε θέεις. ἀκίχητα διώκων

Commented on by msA 17.35


Other texts (19 passages)


Scholia group: msAint

msAint 17.9: λάπτει τῶν δὲ κατ μίμησιν ἡ λέξις ⁑

Comments on 17.64


Scholia group: msAil

msAil 17.10: ἀνεφύσησεν

Comments on 17.54@ἀναβέβροχεν


msAil 17.11: τοῦτο ἢν το ἀνεμοστρεφες

Comments on 17.55@πνοιαὶ-δονέουσι


msAil 17.12: διασπῶν διακόπτων

Comments on 17.65@δῃῶν


msAil 17.13: τῶν κατ μίμησιν καὶ τουτ

Comments on 17.66@ϊύζουσιν


Scholia group: msAim

msAim 17.9: εν ῶ μόνος τίς πολειτ :

Comments on 17.54


msAim 17.10: καὶ δήϊοι οἱ πολέμιοι

Comments on 17.65


msAim 17.11: τὸ αγάσσατ νῦν αντ τοῦ ἐφθόνησεν καὶ αντ τοῦ εθαύμασεν ⁑

Comments on 17.71


Scholia group: msA

msA 17.25: ‡ αἵματί οι δεύοντο: ὅτι Ζηνόδοτος γράφει Χαρίτεσσι μέλαιναι ἀδιανόητον ποιῶν οὐκ εἰκῆ ἐπεξεργασία τῆς κώμης ἀλλ’ επεὶ περι τῶν Πατρόκλου τριχῶν εἶπεν μιάνθησαν δὲ ἔθειραι εἰς ἐκδικίας καὶ παραμυθίαν ὡς εἴποι τίς παρέβαλε καὶ τὴν εὐμορφον κόμην

Comments on 17.51


msA 17.26: πλοχμοίθ’, οἱ ὑπο χρυσοῦ καὶ ἀργύρου συνεσφιγμένοι ῆσαν: τινὲς δὲ θέλουσι λείπειν τὸ ὠς, ἀλλα θάνουσιν οἱ βαρβάρου οὐκ ἐπι καλλωπισμῶν φέροντες τὸν χρυσὸν. ἀλλα λάφυρα τοῖς πολεμίοις

Comments on 17.51


msA 17.27: Χαρίτεσσιν ὁμοιαι: ἀντι τοῦ ταῖς τῶν Χαρίτων κόμαις ἴσοι, ἀπίθανον δέ εστιν ἀμόρφωτος γῆ κώμη ἐι μὴ’ οὕτως Μακέδονες δὲ καὶ Κύπριοι χάριτας λέγουσι τὰσ συνευτραμμένας καὶ οὐλὰς μυρσίνας ἃς φαμὲν στεφανίτιδος ⁑

Comments on 17.51


msA 17.28: οἶον δὲ τρέφει ἔρνος ἀνηρ: Ποσειδῶν καὶ Ἀθηνᾶ περι τῆς Ἀττικῆς ἐφιλονείκουν: καὶ Ποσειδῶν μὲν ἐπι τῆς Αττικῆς τῆς ακροπόλεως κρούσας τῇ τριαίνη κῦμα θαλάσσης ἐποιησεν Αθηνᾶ δὲ ἐλαίαν κριτὴς δὲ αὐτῶν γενόμενος Κέκροψ οἱ τῶν τόπων τῆς Αττικῆς βασιλεὺς τῇ θεῷ προσένειμε τὴν χωραν εἰπῶν: ὅτι θάλασσα μέν ἐστι πανταχοῦ τὸ δε φυτὸν τῆς ἐλαίας ἴ̈διον Ἀθηνᾶς ⁑

Comments on 17.53


msA 17.29: ἀναβέβευχεν ὕδωρ: Ζηνόδοτος δια τοῦ ο ἀναβεβροχεν ὡς ἐκεῖ ἀλλ ὅτ’ ἀναβρίζειο θαλάσσης ⁑

Comments on 17.54


msA 17.30: δηῶν, περισπαστέον ἐπεὶ καὶ ἐν ετέροις λέγει κατα διαίρεσιν σὺν τῷ ο ἔγχεϊ δηϊόων γέγονε δὲ παρὰ τὸ δήϊος : διὸ καὶ σὺν τῷ ῖ γράφεται τὸ δῃῶν ⁑

Comments on 17.65


msA 17.31: ἰ̈ύζουσιν: οἱ νομῆες , οἱ δε κῦνες ὑλακτοῦσιν ⁑

Comments on 17.65-17.66


msA 17.32: ἐνθά κε ῥεῖα φέροι: ὅτι τοὺς χρόνους ἐνήλλαχε καὶ τὰ ῥήματ ἔδει γὰρ φᾶναι τότε δ ἂν ῥαδίως ἔφερεν ⁑

Comments on 17.70


msA 17.33: ἀνέρι εἰσάμενος: ὅτι τοῦτον τὸν Μὲντὴν ἐν τῷ Τρωϊκῷ διακόσμῳ οὐ παραδέδωκεν ἀλλα Εὔφημον μόνον Εὔφημος δ’ ἄρχε Κικόνων ἢν αἰχμητάων ὡς ἂν πλείοσιν ἡγεμόσι χρωμένων ⁑

Comments on 17.73


msA 17.34: ἴσως δὲ ἄμοιβος ἢν νεωστὶ ἥκων: καὶ γὰρ προς τὸν ἐν τῇ , ὁμώνυμον Μέντην ἔτερος γὰρ Ταφίων βασιλεὺς Μέντης δὲ ὁ μενετικὸς ἐν τοῖς πολέμοις ⁑

Comments on 17.73


msA 17.35: Ἕκτορ , νῦν σῦ μὲν ὦδε, μετα τὸ ὄνομα στικτέον προσαγορευτικὴ γάρ ἐστι τὸ δὲ ἀκάχητα φησὶ Ποσειδώνιον τὸν Ἀριστάρχου ἀναγνώστην τοῖς ἑξῆς προσνέμειν. καὶ τὸν Ἀρίσταρχον ἀποδέχεσθαι ⁑

Comments on 17.75


previousnext
msA 224rmsA 225r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1