Venetus A (Marciana 454 = 822), folio 224, recto

previousnext
msA 223vmsA 224v

Iliad text (25 lines)


Iliad 17.26: καί μ’ ἔφατ’ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν

Commented on by msA 17.11


Iliad 17.27: ἔμμεναι: οὐδέ ἑ, φημὶ πόδεσσί γε οἷσι κιόντα.

Commented on by msAim 17.4


Iliad 17.28: εὐφρῆναι ἄλοχόν τε φίλην. κεδνούς τε τοκῆας:


Iliad 17.29: ὥς, θην καὶ σὸν ἐγὼ λύσω μένος. εἴ κέ μευ ἄντα


Iliad 17.30: στήῃς. ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω

Commented on by msA 17.12


Iliad 17.31: ἐς πληθὺν ϊέναι. μὴδ’ ἀντίος ΐστασ’ ἐμεῖο:


Iliad 17.32: πρίν τι κακὸν παθέειν: ῥεχθὲν δέ τε νήπιος ἔγνω:

Commented on by msAint 17.4, msA 17.13


Iliad 17.33: ὣς φάτο. τὸν δ’ οὐ πεῖθεν: ἀμειβόμενος δὲ προσηῦδα


Iliad 17.34: νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς; ῆ μάλα τίσεις


Iliad 17.35: γνωτὸν ἐμὸν. τὸν ἔπεφνες. ἐπευχόμενος δ’ ἀγορεύεις:

Commented on by msA 17.14


Iliad 17.36: χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο:

Commented on by msAint 17.5


Iliad 17.37: ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας:

Commented on by msAint 17.6, msA 17.15, msA 17.16


Iliad 17.38: ῆ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην.

Commented on by msAint 17.7, msAim 17.5


Iliad 17.39: εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε’ ἐνείκας


Iliad 17.40: Πάνθῳ ἐν χείρεσσι βάλω. καὶ Φρόντιδι δίῃ:

Commented on by msA 17.18, msAim 17.6


Iliad 17.41: ἀλλ’ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται:

Commented on by msA 17.19


Iliad 17.42: οὐδ έτ’ ἀδήριτος. ἥτ’ ἀλκῆς ἤτε φόβοιο:

Commented on by msAext 17.1, msAim 17.7


Iliad 17.43: ὣς εἰπὼν. ούτησε κατ’ ἀσπίδα πάντοσε, ί̈σην:


Iliad 17.44: οὐδ’ ἔρρηξεν χαλκός: ἀνεγνάμφθη δέ οἱ αἰχμὴ

Commented on by msAint 17.8, msAext 17.2


Iliad 17.45: ἀσπίδ’ ἐνὶ κρατερῇ. ὃ δὲ δεύτερος ´ώρνυτο χαλκῷ


Iliad 17.46: Ἀτρείδης Μενέλαος . ἐπευξάμενος Διῒ πατρί:


Iliad 17.47: ὰψ δ’ ἀναχαζομένοιο, κατα στομάχοιο θέμεθλα


Iliad 17.48: νὺξ’ ἐπὶ δ’ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας:

Commented on by msA 17.22


Iliad 17.49: ἀντικρὺ δ’ ἁπαλοῖο δι’ αὐχένος ἤλυθ’ ἀκωκή:

Commented on by msA 17.24


Iliad 17.50: δούπησεν δὲ πεσὼν : ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.

Commented on by msAim 17.8


Other texts (26 passages)


Scholia group: msAext

msAext 17.1: ἢ δ’αλκῆς ἠ δὲ φόβ

Comments on 17.42


msAext 17.2: χαλκὸς

Comments on 17.44


Scholia group: msAint

msAint 17.4: πιστὸν τὸ παίδευμ καὶ πολλῆς ὠφελείας πεεκτικον ⁑

Comments on 17.32


msAint 17.5: όμοιον τὸ ,, καὶ δόμος ἡμιτελης :

Comments on 17.36


msAint 17.6: ἀρητόν τὰ εἰς τὸς ῥηματικὰ παραληγόμενα τὸ η ὑπὲρ β συλλα ὀξύνεσθ θέλει ⁑

Comments on 17.37


msAint 17.7: ὅτι δειλοισιν ειπ αντ τοῦ δειλαίοις

Comments on 17.38


msAint 17.8: ουτ Ἀριστ χαλκός αλλοι δὲ χαλκόι :

Comments on 17.44


Scholia group: msAim

msAim 17.4: δια τοῦ τε οὐδέ τε Ἀρισταρχος ⁑

Comments on 17.27


msAim 17.5: πεσπαστ τὸν η βεβαιωτικὸς

Comments on 17.38


msAim 17.6: ἡ μηρ εστ αυτοῦ Φρόντις ὡς Θέτις ⁑

Comments on 17.40


msAim 17.7: Ἀρισταρχ αμφότερα δια τοῦ δ ἠδ’ αλκῆς ἠδὲ φόβοιο ⁑

Comments on 17.42


msAim 17.8: παραμυθία μεγίστην εἰσφέρει τοῖς λυπουμένοις ὑπερ τοῦ Πατρόκλου ⁑

Comments on 17.50


Scholia group: msA

msA 17.11: ‡ ὥς θην καὶ σὸν ἐγω: ὅτι ἄμεινον τὰ ἔπη ταῦτα λέγεται ὑπο Μενελάου ἐπι δὲ τῆς Ἀχιλλέως πρὸς Αἰνείαν συστάσεως οὐκέτι ἐπεξεληλυθὼς γὰρ μονον ουχὶ συναρπάσαι τὴν πόλιν ἕνεκα τῆς Πατρόκλου ἀναιρέσεως ⁑

Comments on 17.26


msA 17.12: ἀλλά σ’ ἔγωγ’ ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ϊέναι: δια μέσου ἐστι τὸ μηδ αντίος ἵστασ’ εμεῖο: τὸ δὲ ἑξῆς ἀλλά σ’ εγωγε ἀναχωρήσαντ κελεύω ἐς πληθὺν ϊέναι πρίν τι κακὸν παθέειν δια μέσου δὲ τὰ λοιπὰ ⁑

Comments on 17.30


msA 17.13: πρίν τι κακὸν παθέειν. ῥεχθεν δέ τέ νήπίος ἔγνω: φιλόσοφος ἡ γνώμη ὁ ἄφρων μετα τὸ περιπεσεῖν ἁμαρτήματι γινώσκει ὅτι κακῶς ἔπραξεν: ὁ δε φρόνιμος προπερισκέπτεται καὶ προπερινοεῖ τὰ ἐσόμενα διὸ ἐκλέγεται τὸ συμφέρον ἵνα μὴ ἁμαρτῃ μηδὲ μετανοῇ γενόμενος ἐν κακῷ: δια τοῦτο ὁ μεν Προμηθεὺς φρόνιμος δαίμων: ὁ δὲ Ἐπιμηθεὺς φαῦλος μετανοεῖ γὰρ ὅτ’ οὐδὲν ὄφελος ὅτι δὲ εἰς παροιμίαν παραδέδοται λέγει καὶ Πλάτων οὕτως δὴ καὶ σὺ λέγω ὦ Ἀγάθων μὴ ἐξαπατᾶσθε ὑπο τούτου ἀλλ απο τῶν ἡμετέρων παθημάτων γνόντα εὔλαβθῆναι καὶ μη κατὰ τὴν παροιμίαν ὥσπερ νήπιον παθόντα γνῶναι ⁑

Comments on 17.32


msA 17.14: γνωτὸν ἐμόν ὅτι ἰδίως ἐξενήνοχεν ἔστι γὰρ μαλα τίσεις περι τοῦ εμοῦ γνωτοῦ δίκας περι οῦ ἔπεφνες ἀδελφοῦ τίσεις μου τὸν ἀδελφον ⁑

Comments on 17.35


msA 17.15: ἀρητὸν δὲ τοκεῦσι ἥτοι βλαπτικὸν παρὰ τὴν ἀρὰν τὴν βλαβην ἠ κατάρατον ἢ ἀπευκτων ἠ ἀεί ρητόν ἀεὶ δια μνήμης ἐσόμενον ⁑

Comments on 17.37


msA 17.16: ἄλλως ἑτέρως διαστεῖλαι ἐστὶν ἀρητὸν ἐν εὐχῆς μέρει καθεστῶτα σὺ πένθος ἔθηκας ἵν’ ᾖ κατ ἀρσενικὴν αἰτιατικὴν ἐπι τοῦ Ὑπεῥήνορος τὸν ἀρητόν ἢ οὕτως εἰς τοῦτο αὐτὸν κατέστησας ὥστε εὐχὴν ἡγεῖσθαι τὸ θρηνεῖν τῶν ἑαυτῶν παὶδα καὶ ἔχειν ἐξουσίαν σχολάζειν γόοις καὶ θρήνοις ⁑

Comments on 17.37


msA 17.17: ἡ καὶ σφιν δειλοῖσι γόου καὶ τὰ ἑξῆς καταπαύσαιμι δ ὰν τοῦ θρήνου τοὺς ἀθλιους γονέας τοῦ Υπερήνορος εἰ ανέλω σε καὶ καρατομήσας δώσω τὴν κεφαλήν σου καὶ τὰ όπλα αὐτοῖς

Comments on 17.38-17.40


msA 17.18: καὶ Φρόντιδι δίῃ: καὶ Φρόντιδι δίῃ: ὡς Ἥλιδι : οὕτως Τυραννίων καὶ ἐπείσθε ἡ παράδοσις: ὁ μέντοι κανὼν ὀξυτονεῖ τὸ φροντις : τὰ γὰρ εἰς τῆ̈ς λήγοντα θηλυκὰ δισύλλαβα μη όντα ἐπιθετικὰ παραληγόμενα δὲ τῷ ο ἤτοι μόνω ἢ συν ετέρῳ φωνήεντι ὀξύνεσθαι θέλει: κοιτίς προιτίς φροντίς οὐτίς τὸ ζῷον παρ’ Αλκμᾶνι , οὕτως οὖν καὶ φροντίς , εἰ μὴ ἄρα ἐπεὶ κύριον τοῦτο καὶ βαρυτονηθήσεται: οὐ μάχεται τὸ πόρτις καὶ γὰρ χωρὶς τοῦ τ πόριες περι βοῦς ἀγελαίας : μὴ ὄντα ἐπιθετικὰ πρόσκειται δια τὸ πότις ᾦ παράκειται τῳ πότης

Comments on 17.40


msA 17.19: ἀλλ’ οὐ μὰν έτι δηρὸν τὸ ἔργον οὐκέτι ἀπείρατον ἔσται οὐδὲ ἄμαχον ὥστε ἡ ἀλκὴν ε̈πιδείξασθαι ἠ φυγήν: κατ ένια δὲ τῶν ὑπομνημάτων δια τοῦ \ π ἐπι δηρὸν ὁμοίως τῷ ἐπι δηρὸν δέ μοι αἰών ⁑

Comments on 17.41


msA 17.20: ἀλλ’ οὐ μαν ἔτι δηρὸν: δια μέσου τὸ οὐδ έτ’ ἀδήριτος: τὸ δὲ ἑξῆς ἀπείρητος πόνος ἔσται ἤτ ἀλκῆς ήτε φόβοιο οἷον πειρασόμεθα ἤτοι ἀνδρείας ἢ φυγῆς, οὕτως Νικάνωρ ⁑

Comments on 17.41-17.42


msA 17.21: ὰψ δ’ ἀναχαζόμενοιο στομάχου θέμεθλα: οὐ λέγει τὸ στόμα τῆς κοιλίας καθάπερ ἡμεῖς, ἀλλα τὸν βρόγχον οἷον τὰ ἔσχατα μέρη τοῦ λαιμοῦ ἐπιφέρει γ οὖν ἀντικρὺ δ’ ἀπαλοῖο δι αὐχένος . θέμεθλα δὲ ἡ θέσις ⁑

Comments on 17.47-17.49


msA 17.22: νὺξ ἐπι δ’ αὐτὸς πρὸς τὸ αὐτὸ οὐ γάρ ἐστι περὶ ἑτέρου ὁ λόγος ὅμοιον τῷ ὁ δ’ ἐρεύγετο οἱνοβαρείων ἕτερος τις οὔκ ἀλλ’ αὐτὸς ὁ Κύκλωψ ⁑

Comments on 17.48


msA 17.23: βαρείη χειρὶ πιθησας: τοῦ πράγματός ἐστι τὸ ἐπίθετον: βαρεῖαν γὰρ χεῖρα τὴν μετὰ βίας ἐρείδουσαν, τὸ δόρυ φησὶ συνεπιβαρύνας τὴν χεῖρα τῷ δόρατι ⁑

Comments on 17.


msA 17.24: ἀντικρὺ δ’ ἀπαλοῖο: τοῦτο ἀποδεικτικόν ἐστι τοῦ στόμαχον λέγειν τὸν βρόγχον: εἰ γὰρ τὸ στόμα τῆς κοιλίας ἐπεπλήγει οὐκ ἂν ἄντικρῦς δια τοῦ αὐχένος τὸ δόρυ ἐφέρετο. ⁑

Comments on 17.49


previousnext
msA 223vmsA 224v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1