Venetus A (Marciana 454 = 822), folio 226, recto

previousnext
msA 225vmsA 226v

Iliad text (25 lines)


Iliad 17.126: ἕλχ’ ἵ̈ν’ ἀπ’ ὤμοιϊν κεφαλὴν τάμοι, ὀξέϊ χαλκῷ.

Commented on by msA 17.53


Iliad 17.127: τὸν δὲ νέκυν Τρωῇσιν ἐρυσσάμενος κυσὶ δοίη.


Iliad 17.128: Αἴας δ’ ἐγγύθεν ἦλθε, φέρων σάκος ἠύ̈τε πύργον:


Iliad 17.129: Ἕκτωρ δ’ ὰψ ἐς ὅμιλον ἰ̈ὼν ἀνεχάζεθ’ ἑταίρων.


Iliad 17.130: ἐς δίφρον δ’ ἀνόρουσε: δίδου δ’ ὅ γε τεύχεα καλὰ


Iliad 17.131: Τρωσὶ φέρειν προτὶ ἄστυ μέγα κλέος ἔμμεναι αὐτῷ:


Iliad 17.132: Αἴας δ’ ἀμφὶ Μενοιτιάδῃ σάκος εὐρὺ καλύψας

Commented on by msA 17.54


Iliad 17.133: ἑστήκει, ὥς τίς τε λέων περὶ οἷσι τέκεσσιν:

Commented on by msAim 17.15


Iliad 17.134: ᾧ ῥά τε νήπι’ ἄγοντι συναντήσωνται ἐν ὕλῃ

Commented on by msA 17.56


Iliad 17.135: ἄνδρες ἐπακτῆρες. ὁ δέ τε, σθένεϊ βλεμεαίνει:

Commented on by msAint 17.16


Iliad 17.136: πᾶν δέ τ’ ἐπισκύνιον κάτω ἕλκεται. ὄσσε καλύπτων:

Commented on by msA 17.57, msA 17.58, msA 17.59


Iliad 17.137: ὡς Αἴας περὶ Πατρόκλῳ ἥρωϊ βεβήκει:


Iliad 17.138: Ἀτρείδης δ’ ἑτέρωθεν ἀρηΐφιλος Μενέλαος


Iliad 17.139: ἑστήκει. μέγα πένθος ἐνι στήθεσσιν ἀέξων:

Commented on by msAint 17.17


Iliad 17.140: Γλαῦκος δ’ Ἱ̈ππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν:


Iliad 17.141: Ἕκτορ’ ὑπόδρα ἰ̈δὼν χαλεπῷ ἠνίπαπε μύθῳ:


Iliad 17.142: Ἕκτορ . εἶδος ἄριστε. μάχης ἄρα πολλὸν ἐδεύεο:

Commented on by msA 17.60


Iliad 17.143: ῆ, σ’ αύτως κλέος ἐσθλὸν ἔχει. φύξηλιν ἐόντα:

Commented on by msA 17.61


Iliad 17.144: φράζεο νῦν. ὅππως κε πόλιν καὶ ἄστυ σαώσεις

Commented on by msAim 17.16


Iliad 17.145: οἶος σὺν λαοῖσι τοὶ Ἰ̈λίῳ ἐγγεγάασιν:


Iliad 17.146: οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν


Iliad 17.147: εῖσι περὶ πτόλιος. ἐπεὶ οὐκ ἄρα τις χάρις ῆεν


Iliad 17.148: μάρνασθαι δηΐοισιν μετ’ ἀνδράσι, νωλεμὲς αἰεί:


Iliad 17.149: πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθ’ όμιλον.

Commented on by msA 17.62


Iliad 17.150: σχέτλι’. ἐπεὶ Σαρπηδόν’ . ἅμα ξεῖνον καὶ ἑταῖρον


Other texts (17 passages)


Scholia group: msAint

msAint 17.16: κυνηγοί: ἀπο τοῦ ἐπα̋γειν τοὺς κύνας ⁑

Comments on 17.135


msAint 17.17: ἑξω τοῦ ϊ

Comments on 17.139


Scholia group: msAil

msAil 17.14: αντ ἐγγύς

Comments on 17.128@ἐγγύθεν


msAil 17.15: τὸ υπ τὰς ὀφρῦς δέρμα:

Comments on 17.136@ἐπισκύνιον


Scholia group: msAim

msAim 17.15: οτ χω τοῦ ϊ ἑστήκει

Comments on 17.133


msAim 17.16: ουτ Αριστ αλλοι δὲ σαώσῃς διὰ τοῦ η ⁑

Comments on 17.144


msAim 17.17: σχέτλι’ αγνοοῦσι τὰ ᾠκονομημένα πε τοῦ Σαρπηδόνος Ἀπόλλωνι ⁑

Comments on 17.150-17.151


Scholia group: msA

msA 17.53: ἕλχ’ ΐν’ ἀπ ώμοιϊν: ‡ ὅτι νῦν οἰκείως ἔχει τὴν ὄρεξιν ταύτην ὁ Ἕκτωρ ἕλκειν ἵνα ἀφέληται τὴν κεφαλήν : τὸ δὲ σῶμα τοῖς κυσὶ ῥίψει οὐδέπω γὰρ ὁ Γλαῦκος ὠνείδισεν αὐτὸν ὡς ἀμελοῦντα τῶν συμμάχων ὅτι τὸ Σαρπηδόνος σῶμα υπ τοῖς Ἀχαιοῖς ἀφῆκεν γενέσθαι δεῖν οὖν πολεμήσαντα καὶ ἀνθελκύσαντα τὸν Πάτροκλον ῥυσιᾶσαι μέχρι ἂν αποδώσιν ἐκεῖνοι τὸν νεκρὸν τοῦ Σαρπηδόνος καὶ τὰ τεύχη ἀντικομίζόμεν τὸν Πάτροκλον δοκοῦσι γὰρ τὸν Σαρπηδόνα ὑπο τῶν Ἀχαιῶν ῆρθαι καὶ κεῖσθαι ἐπι τῶν νεῶν, οὐκ εἰδότες ὅτι ὑπο Ἀπόλλωνος εἰς Λυκίαν ἀναρπασθεὶς ἀποκεκόμισται: ὁ δὲ Ὅμηρος ἵν’ ἐπιφανῆ τὸν αγῶνα ποιήσῃ τὸν ἐπὶ τοῦ σώματος Πατρόκλου ταῦτ ὑπέθετο οἵ δε γὰρ Τρῶες ὡς ὑπο Σαρπηδόνος κινδυνεύειν κρίνουσιν οἵ τε Ἀχαιοὶ τὸν Σαρπηδόνα οὐκ έχονε̈ς μάχονται ὑπερ τῆς αἰκειας τοῦ Πατρόκλου χαλεπὴ ἡ αίκεία καὶ σύγγνωστος ὁ Ἀχιλλεὺς αἰκιζόμενος τὸν Ἕκτορα ὑπ ἐκδικία τοῦ φίλου χαλεπώτερον γὰρ τὸ ἄρξαι τινὸς ἀδικήματος ⁑

Comments on 17.126


msA 17.54: Αἴας ἀμφι Μενοιτιάδ : οὗτος ὥσπερ τεῖχος εις σκεπην τῷ σώματι τοῦ Πατρόκλου τὸ σάκος προβέβληται ⁑

Comments on 17.132


msA 17.55: ἑστήκει ὡς τίς τε λέων παρα Ζηνοδότῳ καὶ ἐν τῇ Χίᾳ οὐκ’ ἦσαν οἱ Γ στίχοι ἴσως φασὶν ἕνιοι ὅτι οἱ ἄρσενες λέοντες οὐ σκυμναγωγοῦσιν ἀλλὰ θήλειαι μόναι. κατa δὲ τὸ ἀρσενικὸν καὶ ἐπι τῆς θηλείας τέτακται ὁ λέων καὶ ἔστιν ἐπίκοινον: ἔστι γάρ τινα ὀνόματα ἀρσενικὰ ἃ καὶ επι θηλυκῶν τάσσεται καὶ θηλυκὰ ἃ καὶ επ αρσενικῶν οἷον ἱέραξ μὲν καὶ ἐπ άρσενος και θηλείας τάσσεται: πάρδαλις δὲ θηλυκὸν ὄνομα καὶ ἐπ ἀρσενικος τίθεται: οὐκ οὖν κατα μὲν τὴν ἡμετέραν συνήθειαν λέων μὲν λέγεται ὁ ἄρσην λέαινα δὲ ἡ θήλεια: κατ δὲ τὸν Ὅμηρον μήπω τὴν λέαιναν εἴθισται ἀλλα τὸ ἀρσενικὸν μόνον διὸ εἲπιν ἀρσενικῷ ἄρθρῳ χρώμενον: ᾧ ῥά τε νήπι’ ἄγοντι οὐχὶ ᾔ ρα τε νήπι’ ἀγούσῃ ὁ δὲ Ἀντίμαχος ἐκ τούτου πλανηθεὶς, ᾠήθη καὶ τὸν ἄρσενα σκυμναγωγεῖν: τὸ μέγεθος δὲ Αἴαντος ὑποφαινει ἡ παραβοων ⁑

Comments on 17.134-17.136


msA 17.56: ᾧ ρά τε νήπι’ άγοντι: ᾧ ἐπι μὲν τῆς Μενελάου εἰκόνος τὴν φιλοστοργίαν τῆς βοὸς παρέλαβεν: ἐπι δὲ τῆς τοῦ Αἴαντος τὸν ἄλκιμον ⁑

Comments on 17.134


msA 17.57: ἐπισκύνιον: τὸ ἐπάνω τῶν οφθαλμῶν μέρος ἤ τοι τὸ τοῦ δέρματος συν οφρύωμα τοῦ μετώπου ὅθεν καὶ σκύζεσθαι τὸ οργίζεσθαι δια τὸ ἐνδιάθετον γίνεσθαι τοῦτο τὸ μερος τοῖς οργιζομένοις ⁑

Comments on 17.136


msA 17.58: πᾶν δέ τ’ ἐπισκύνιον: ἱστόρηται τοῦτ ἐπι τῆς ἀληθείας, φασὶ γὰρ ὅτ ἂν ἐμπέσῃ λέων ἔχων σκύμνους. μαχόμενον αὐτὸν προς τοὺς κυνηγοὺς κατανεύειν καὶ καλύπτειν τὰ φάη ὅπως μὴ θεωρῶν τὰ ἐπιφερόμενα βέλη δειλιάσας καταλίπει τὸ τέκνον

Comments on 17.136


msA 17.59: ἕλκεται ὄσσε καλύπψων: ἕλκεται ἔφη ἀντι τοῦ έλκει : καλύπτων δέ ὁ λέων διὸ καὶ δια τοῦ ν γράφεσθαι συνεφώνουν ἅπασαι ⁑

Comments on 17.136


msA 17.60: Ἕκτορ εἶδος ἄριστε: μάλιστα τὸν Ἕκτορα ἔμελλε κινεῖν καὶ τοῦτο ἦν ἀναγκαῖον τούτῳ πρώτῳ χρῆσθαι ⁑

Comments on 17.142


msA 17.61: ἡς’ αὐτὸς κλέος ἐσθλὸν: παράγωγον φύγάδα ὄντα καὶ δειλὸν καὶ τὸ φεύγειν καὶ τὸ ἀλεᾶσθαι ἔγκειται ἐν τῇ λέξει: περισπαστέον δὲ τὸν η εἴ τε θαυμαστικῶς εἴ τε βεβαιωτικῶς κεῖται ⁑

Comments on 17.143


msA 17.62: πῶς κε σ.ὺ χείρονα φῶτα σαώσηας μεθ’ ὅμιλον: δια τοῦ ν μεθ ὅμιλον : παρὰ δε Ζηνοδότῳ μεθ’ ομίλου καὶ λόγον ἔχει ἀντι τοῦ ἔξω ὁμίλου ⁑

Comments on 17.149


previousnext
msA 225vmsA 226v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1