Venetus A (Marciana 454 = 822), folio 227, verso

previousnext
msA 227rmsA 228r

Iliad text (26 lines)


Iliad 17.201: ᾶ δείλ’: οὐδέ τι τοι θάνατος καταθύμιός ἐστιν.

Commented on by msA 17.82, msA 17.83


Iliad 17.202: ὃς δή τοι σχεδόν ἔστι. σὺ δ’ ἄμβροτα τεύχεα δύνεις

Commented on by msA 17.85, msA 17.86, msAim 17.25


Iliad 17.203: ἀνδρὸς ἀριστῆος τόν τε τρομέουσι καὶ ἄλλοι:


Iliad 17.204: τοῦ δὴ ἑταῖρον ἔπεφνες. ἐνηέα τε κρατερόν τε:


Iliad 17.205: τεύχεα δ’ οὐ κατὰ κόσμον ἀπὸ κρατός τε καὶ ὤμων

Commented on by msA 17.87


Iliad 17.206: εἵλευ. ἀτάρ τοι νῦν γε μέγα κρατος ἐγγυαλίξω


Iliad 17.207: τῶν ποινὴν. ὅ τοι οὔ τι μάχης ἒκ νοστήσαντι


Iliad 17.208: δέξεται Ἀνδρομάχη κλυτὰ τεύχεα Πηλείωνος .


Iliad 17.209: ή. καὶ κυανέῃσιν ἒπ’ ὀφρύσι νεῦσε Κρονίων :


Iliad 17.210: Ἕκτορι δ’ ήρμοσε τεύχε’ ἐπὶ χροῒ: δῦ δέ μιν Ἄρης


Iliad 17.211: δεινὸς ἐνυάλιος. πλῆσθεν δ’ ἄρα οἱ μέλε’ ἐντὸς

Commented on by msA 17.90


Iliad 17.212: ἀλκῆς καὶ σθένεος. μετὰ δὲ κλειτοὺς ἐπικούρους


Iliad 17.213: βῆ ῥα μέγα ϊάχων, ἰ̈νδάλλετο δέ σφισι πᾶσι


Iliad 17.214: τεύχεσι λαμπόμενος μεγαθύμῳ Πηλείωνι :

Commented on by msAim 17.26


Iliad 17.215: ὤτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι:

Commented on by msA 17.92


Iliad 17.216: Μέσθλην τε, Γλαῦκόν τε, Μέδοντά τε. Θερσίλοχόν τε.


Iliad 17.217: Ἀστεροπαῖόν τε. Δισήνορά θ’, Ἱ̈ππόθοόν τε.


Iliad 17.218: Φόρκύ̆ν τε. Χρομίον τε. καὶ Ἔννομον οἰωνιστήν:

Commented on by msAint 17.25, msA 17.93, msA 17.94


Iliad 17.219: τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:


Iliad 17.220: κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων:

Commented on by msA 17.95


Iliad 17.221: οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδε χατίζων.


Iliad 17.222: ἐνθάδ’ ἀφ’ ὑμετέρων πολίων ἤγειρα ἕκαστον.


Iliad 17.223: ἂλλ’ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα


Iliad 17.224: προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ’ Ἀχαιῶν :


Iliad 17.225: τὰ φρονέων. δώροισι κατατρύχω καὶ ἐδωδῇ


Iliad 17.226: λαούς. ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω:


Other texts (25 passages)


Scholia group: msAint

msAint 17.24: τεύχεσι δὲ λαμπoμε Πηλείωνος ἰνδάλλετο πᾶσιν αἰτῷ

Comments on 17.213-17.214


msAint 17.25: καὶ ἕτερον παραδίδωσιν Ἔννομον υπ Οδ ἀνηρηον ⁑

Comments on 17.218


Scholia group: msAil

msAil 17.19: ἔδοξα: ενόμισα:

Comments on 17.171@ἐφάμην


msAil 17.20: εἰσι

Comments on 17.202@ἔστι


msAil 17.21: ἀμοιβήν:

Comments on 17.207@ποινὴν


msAil 17.22: πολεμικὴ προθυμία:

Comments on 17.210@Ἄρης


msAil 17.23: εφαίνετ κατ τὸ εῖδος ὅμοιος τῶ Αχιλλεῖ ὁ Έκτωρ

Comments on 17.213@ἰ̈νδάλλετο-σφισι πᾶσι


Scholia group: msAim

msAim 17.25: Ἀρίσταρχ εῖσιν ⁑

Comments on 17.202


msAim 17.26: ουτ Ἀρισταρχ κατ δοτικήν ἄλλοι δὲ μεγαθύμου Πειλείωνος ⁑

Comments on 17.214


Scholia group: msA

msA 17.82: ‡ ἀ δειλ’: ἄθλιον καλεῖ τὸν Ἕκτορα τῶν μελλόντων ἀνόητον ὄντα, ὁπότε οὖν παρεισηκται αὐτὸς ὁ Ζεὺς καταμεμφόμενος τοῦ Ἕκτορος τὴν ἀλαζονείαν διδάσκει Ὅμηρος καθ’ αυτὸν ἕκαστον φρονεῖν καὶ μη τα μείζονα τῆς ἑκάστου φύσεως ἐπτοῆσθαι ⁑

Comments on 17.201


msA 17.83: ἀ δείλ’ οὐδέ τι τοι: ζητεῖ ὁ Ηρωδιανὸς ἐν τῷ α ὑπομνήματ τοῦ περὶ παθῶν Διδυμου περι τοῦ ἀ δείλ’ πῶς δεῖ τονίζειν αὐτὸ καὶ φησί̀ν: πολὺ δὲ πρώτερον παρὰ τῷ ποιητῇ ἐστι τὸ τῆς ἀναγνώσεως ᾶ δεῖλ’ οὐδε τί τοι θάνατος , ῆ α δεῖλ’ οὐδε τί τοι θανατος τὸ γὰρ πλῆρες ἐστιν ᾶ δειλέ , οὐ γὰρ ὡς οἱ εξηγησάμενοι τοῦ δειλαιε αποκοπῆ ἐν ετέροις γὰρ αυτὸς λέγει ᾶ δείλοί τιν. οι δάκρυα κατείβεται: περιγέγραπται οὖν ἡ ὀξεῖα εῖτα καὶ ἀνάπαυσις γέγονεν ἄρα γαε οὖν φυλαχθήσεται ἡ ὀξεῖα, ἠ ἐπεὶ περιγέγραπται τὸ φωνῆεν τῆς ἀξείας περιγεγράπται καὶ ὁ τόνος τὸ κρινόμενον εκεῖνο, ἵνα ἐπιστάμενοι ἀναγνῶμεν. ἕν ἐστιν εἰπεῖν εἴ άπαξ περιγέγραπται τὸ φωνῇεν τὸ ἔχον τὴν ὀξεῖαν ὁ τόνος γενέσθω τῆς προτερας συλλα οὐχὶ τῆς ἐπι τελους⁑

Comments on 17.201


msA 17.84: ἀ δεῖλ’ οὐδέ τι τοι: ἡ διπλῆ ὅτι ουτ εἴρηκεν καταθύμιος ἀντι τοῦ κατα ψυχὴν ἐστιν οὐ περιμνᾷς περι τοῦ θανάτου: ἡμεῖς δὲ ἐν τῇ συνηθείᾳ λέγομεν καταθύμιον τὸ ἀρεστόν ⁑

Comments on 17.201.


msA 17.85: ὃς δή τοι σχεδὸν ἔστι οὐχ οὕτως παρείληπται ὡς ἡμεῖς ἐν τῇ συνηθεία τάσσομεν διστακτικῶς, τὸ σχεδὸν , ἂλλ ἀντι τοῦ ἐγγύς . αἱ δὲ Ἀρισταρχ ὃς δή τοι σχεδὸν εἰσιν ⁑

Comments on 17.202


msA 17.86: τοῦ δὴ ἕταιρον ἔπεφνες ἐνηέα τε τὸν προσηνῆ, τῶν ἐναντίων τῷ επηνεῖ, ὁ δε Ζωΐλος τὸ ἐν τῇ : χαίρων οὕν ἐχ’ ἑταῖρον ἐνηέα λεύσσ’ ἐν αγῶνι ὡς ὄνομα ὑπέλαβεν ⁑

Comments on 17.202


msA 17.87: τεύχεα δ’ οὐ κατα κόσμον: ἰδοὺ καὶ αὐτὸς ὁ Ζεὺς λέγει ὅτι Ἕκτωρ ἀφείλετο τὰ ὄπλα ἄνω δὲ ἐπιτιμαῦ ὁ Ἀρίσταρχος : ἄλλως τεύχεα δ’ οὐ ἐπεὶ μὴ ανελὼν τὸν Πάτροκλον τὰ όπλα φορεῖ ⁑

Comments on 17.205


msA 17.88: τῶν ποινὴν ό τοι: εἰ καὶ ἔμελλε τίς τῶν ἀκουόντων ὀργισθήσεσθαι καὶ ἀγανακτήσειν ἐπι τῷ τὸν Ἕκτορα χρῆσθαι τοῖς όπλοις μαθῶν δὲ ὅτι καὶ οὐκ ἐπι πολὺ φορέσει κἂν ἠλέησε τὸν Ἕκτορα ⁑

Comments on 17.207-17.208


msA 17.89: δέξεται Ἀνδρομάχη : καὶ τοῦτο ἠθικον ὅτι οὐ φθάσει προς τοὺς οἰκείους καλλωπίζεσθαι τοῖς ὅπλοις. οὗπερ ἐπεθύμει ὁ Ἕκτωρ ⁑

Comments on 17.207-17.208


msA 17.90: δεινὸς Ἐνυαλιος : ὅτι ἐπιθετικῶς ἀπο τῆς Ἐνυοῦς πολεμικῆς ούσης ὁ Άρης Ἐνυάλιος , ὡς καὶ Ἀρήϊος τις ἀπο τοῦ Ἄρεως οὐχ ὡς οἱ νεώτεροι Ἐνυοῦς υἱὸν: οὐδε Ἀττικοὶ ὡς διαφέροντα τοῦ Ἄρεως θεὸν τινά ⁑

Comments on 17.211


msA 17.91: ϊνδ’ άλλετο δέ σφισι πᾶσι τεύχεα: αἱ κοιναὶ ἐκδόσεις ἔχουσι μεγαθύμου Πηλείωνος καὶ ἀκόλουθόν ἐστι συνάπτειν ὅλον τὸν τιχον ἡ δε Ἀριστάρχειος διόρθωσις κατα δοτικὴν ἔχει μεγαθύμῳ Πηλείωνι . ἢ ἀκόλουθόν ἐστι βραχὺ διαστέλλειν ἐπι τὸ λαμπόμενος ⁑

Comments on 17.213-17.214


msA 17.92: ὤτρυνεν δὲ ἕκαστον: ἀκόλουθον ἤν ὡπλισμένον πολεμεῖν καὶ τοῦτο δὴ ἀκολουθὸν τῇ τοῦ Ἕκτορος ἀλαζονείᾳ πρότερον περιελθόντα ἕκαστον ἐνδείξασθαι τὴν κτῆσιν τῶν ὅπλων καὶ φανῆναι ὅμοιον τῷ Ἀχιλλεῖ ⁑

Comments on 17.215


msA 17.93: φόρκυν τε Χρομίον τε: ὅτι τὸν ἐν Χρόμιον εἰρημένον Μυσῶν δὲ Χρόμις ἦρχε , νῦν Χρομιον εἴρηκε δια τὸ μέτρον ὁ δὲ Διονύσιος εἴ τις ζητοίη φησί πότερον παραπεποίηται : εἴποιμεν ἂν τὸν Χρομίον εὔλογον γὰρ ἔκεῖ τὸ ὄνομα πρῶτον ⁑

Comments on 17.218


msA 17.94: Φόρκυν : ὡς βότρυν ἀπ ευθείας τῆς εἰς ς ληγούσης: ἡ μέντοι Φόρκυνα αἰτιατικὴ ἀπ ευθείας τῆς εἰς ν τὸ δε τοιοῦτον ἴδιον ποιητικῆς: οὐχ ὑγιῶς δὲ ὁ Τυραννίων ἐκτείνει τὸ υ ἐπεὶ εὐρέθη φησὶ καὶ ἡ εὐθεῖα ἐκτεινομένη ἡ Φόρκυς αὖ Φρύγας ἦγε ἐκεῖ γὰρ τὸ μέτρον κατήπειγεν ἐνθάδε δὲ οὐδὲν κατεπείγει ⁑

Comments on 17.218


msA 17.95: οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος: ὅτι ἀπο τοῦ γὰρ ἤρξατο ὥς καὶ ἐπ εκείνου, ὦ φίλοι οὐ γάρ τ’ ἴ̈μεν ὅπη ζόφος ⁑

Comments on 17.220


msA 17.96: προφρονέoς ῥύοισθε φιλοπτολέμων ὑπ Αχαιῶν : ἥτοι ὑποστικτέον Ἀχαιῶν , ἢ στικτέον τοῦ διστιχίου ἠ τοῖς ἑξῆς ἐπάνω προσδιδομένου ⁑

Comments on 17.223-17.224


msA 17.97: τὰ φρονέων :δε δώροισι κατατρύχω: καταπονῶ ὑμῖν δηλονότι δωρεὰς καὶ τὰ ἐπιτήδεια παρέχειν ἀναγκάζω: ἄλλως: ὅρα τὸ αἰσχρόν: κατατρύχεσθαι φησὶ τοὺς Τρώας εἰς τὴν τῶν σὺμμάχων διας τροφὴν ⁑

Comments on 17.225-17.226


previousnext
msA 227rmsA 228r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1