Venetus A (Marciana 454 = 822), folio 232, verso
previous | next |
---|---|
msA 232r | msA 233r |
Iliad text (25 lines)
Iliad 17.452: ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμοιο
Iliad 17.453: νῆας ἐπὶ γλαφυρὰς: ἔτι γάρ σφισι κῦδος ὀρέξω
Iliad 17.454: κτείνειν: εἰςόκε νῆας ἐϋσσέλμ ἀφίκωνται:
Iliad 17.455: δύη τ’ ἠλέλιος καὶ ἐπὶ κνέφας ἱερὸν ἔλθη:
Iliad 17.456: ὣς εἰπὼν ἵπποισιν ἐνέπνευσε μένος ἠυ:
Iliad 17.457: τὼδ’ ἀπὸ χαιτάων κονίην οὖδαςδε βαλόντε,
Iliad 17.458: ῥίμφ’ ἔφέρον θοὸν ἅρμα μετὰ Τρῶας καὶ Ἀχαιούς .
Iliad 17.459: τοῖσι δ’ ἐπ’ Αὐτομέδων μάχετ’ ἀχνύμενός περ ἑταίρ .
Iliad 17.460: ἵπποις ἀΐσσων ὥς τ’ αἰγυπιὸς μετὰ χῆνας:
Iliad 17.461: ῥεῖα μὲν γὰρ φεύγεσκεν ὑπ’ ἐκ Τρώων ὀρυγμαδ :
Iliad 17.462: ῥεῖα δ’ ἐπαί̈ξασκε πολὺν καθ’ ὅμιλον ὀπάζων:
Iliad 17.463: ἀλλ’ οὐχ ἥρει φῶτασ ὅτ’ εσεύαιτο διώκειν:
Iliad 17.464: οὐ γάρ πως ἦν οἶόνθ’ ἱερῷ ἐνὶ δίφρῳ
Iliad 17.465: ἔγχει ἐφορμᾶσθαι καὶ ἐπίσχειν ὠκέας ἵππους.
Iliad 17.466: ὀψὲ δὲ δή μιν ἑταῖρος ἀνὴρ ἴδεν ὀφθαλμοῖσιν
Iliad 17.467: Ἀλκιμέδων υἱὸς Λαέρκεος Αἱμονίδαο:
Iliad 17.468: στῆ δ’ ὄπιθεν δίφροιο καὶ Αὐτομέδοντα προσηύδ
Iliad 17.469: Αὐτόμεδον : τίς τοί νῦ θεῶν νηκερδέα βουλήν
Iliad 17.470: ἐνὶ στήθεσσιν ἔθηκε καὶ ἐξέλετο φρένας ἐσθλάς
Iliad 17.471: οἷον πρὸς Τρῶας μάχεαι πρώτῳ ἐν ὁμίλῳ
Iliad 17.472: μοῦνος: ἀτάρ τοι ἑταῖρος ἀπέκτατο: τεύχε δ’ Ἕκτ
Iliad 17.473: αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται Αἰακίδαο :
Iliad 17.474: τόνδ’ Αὐτομέδων προσέφη Διώρεος υἱός:
Iliad 17.475: Ἀλκίμεδον τὶς γάρ τοι Ἀχαιῶν ἄλλος ὁμοῖος
Iliad 17.476: ἵππων ἀθανάτων ἐχέμεν δμῆσιν τε μένος τε:
previous | next |
---|---|
msA 232r | msA 233r |