Venetus A (Marciana 454 = 822), folio 232, recto
previous | next |
---|---|
msA 231v | msA 232v |
Iliad text (25 lines)
Iliad 17.427: κλαῖον: ἐπει δὴ πρῶτον πυθέσθην ἡνιόχοιο
Iliad 17.428: ἐν κονίῃσι πεσὸντος ὑφ’ Ἕκτορος ἀνδροφόνοιο:
Iliad 17.429: ἦ μὰν Αὐτομέδων γε Διώρεος ἄλκιμ υἱός
Iliad 17.430: πολλὰ μὲν ἂρ μάστιγι θοῇ ἐπεμαίετο θείνων:
Iliad 17.431: πολλὰ δὲ μειλιχίοισι προσηύδα: πολλὰ δ’ ἀρειῇ:
Iliad 17.432: τὼ δ’ οὔτ’ ἂψ ἐπὶ νῆας ἐπὶ πλατὺν Ἑλλήσποντο
Iliad 17.433: ἠθελέτην ἰέναι οὔτ’ ἐς πόλεμ μετ’ Ἀχαιούς :
Iliad 17.434: ἀλλ’ ὥς τε στήλη μένει ἔμπεδον: ἥ τ’ ἐπὶ τύμβῳ
Iliad 17.435: ἀνέρος ἑστήκῃ τεθνηότος ἠὲ γϋναικὸς.
Iliad 17.436: ὣς μένον ἀσφαλέως περικαλλέα δίφρον ἔχοντ//ε//
Iliad 17.437: οὔδει ἔνισκίψαντε καρήατα δάκρυα δέ σφιν
Iliad 17.438: θερμὰ κατὰ βλεφάρων χαμαίδις ῥέε μυρομένοιιν
Iliad 17.439: ἡνιόχοιο πόθῳ: θαλερὴ δὲ μιαίνετο χαίτη:
Iliad 17.440: ζεύγλης ἐξεριποῦσα περὶ ζυγον ἀμφοτέρωθεν:
Iliad 17.441: μϋρομένω δ’ ἄρα τώ γε ἰδὼν ἐλέησε Κρονίων :
Iliad 17.442: κινήσας δὲ κάρη ποτὶ ὃν μϋθήσατο θυμόν:
Iliad 17.443: ἆ δειλὼ: τί σφῷ δόμεν Πηλῇ ἄνακτι
Iliad 17.444: θνητῷ: ὑμεῖς δ’ ἐστὸν ἀγήρω τ’ ἀθανάτω τε:
Iliad 17.445: ἢ ἵνα δυστήνοισι μετ’ ἀνδράσιν ἄλγε’ ἔχοιτον:
Iliad 17.446: οὐ μὲν γάρ τι που ἐστὶν ὀϊζυρώτερον ἀνδρός
Iliad 17.447: πάντων, ὅσσά τε γαῖαν ἐπι πνείει τε καὶ ἕρπει:
Iliad 17.448: ἀλλ’ οὐ μὰν ὑμῖν γε καὶ ἅρμασι δαιδαλέοισιν
Iliad 17.449: Ἕκτωρ Πριαμίδης ἐπῳχήσεται: οὐ γὰρ ἐάσω:
Iliad 17.450: ἢ οὐχ ἅλις ὡς καὶ τεύχε’ ἔχει καὶ ἐπεύχεται αὕτως⁚
Iliad 17.451: σφῷν δ’ ἐν γούνεσσι βαλῶ μένος: ἠδ’ ἐνὶ θυμῷ
previous | next |
---|---|
msA 231v | msA 232v |