Venetus A (Marciana 454 = 822), folio 231, verso

previousnext
msA 231rmsA 232r

Iliad text (25 lines)


Iliad 17.402: ᾔδεε Πάτροκλον τεθνηῶτα δῖος Ἀχιλλεύς


Iliad 17.403: πολλὸν γὰρ ἀππάνευθε νεῶν μάρναντο θοάων:


Iliad 17.404: τείχει ὑπὸ Τρώων: ὅ: μιν οὔ ποτε ἔλπετο θυμῷ


Iliad 17.405: τεθνάμεν: ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν


Iliad 17.406: ἂψ ἀπονοστήσειν: ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν


Iliad 17.407: ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν: οὐδὲ σὺν αὐτῷ


Iliad 17.408: πολλάκι γὰρ τό δε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων:


Iliad 17.409: ἥ οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα


Iliad 17.410: δὴ τότε οὔ οἱ ἔειπε κακὸν τόσον: ὅσσον ἐτύχθη


Iliad 17.411: μήτηρ, ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ’ ἑταῖρος:


Iliad 17.412: οἳ δ’ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ’ ἔχοντες


Iliad 17.413: νωλεμὲς ἐγχρίπτοντο καὶ ἀλλήλους ἐνάριζον:


Iliad 17.414: ὧδε δέ τϊς εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων


Iliad 17.415: ὦ φίλοι: οὐκ’ ἂν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι


Iliad 17.416: νῆας ἔπι γλαφυρὰς ἀλλ’ αὐτοῦ γαῖα μέλαινα


Iliad 17.417: πᾶσι χάνοι: τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη


Iliad 17.418: εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν


Iliad 17.419: ἄστυ ποτὶ σφέτερον ἐρῦσαι καὶ κῦδος ἀρέσθαι:


Iliad 17.420: ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν:


Iliad 17.421: ὦ φίλοι: εἰ καὶ μοῖρα παρ’ ἀνέρι τῷδε δαμῆναι


Iliad 17.422: πάντας ὁμῶς. μή πω τις ἐρωείτω πολέμοιο:


Iliad 17.423: ὣς ἄρα τίς τ’ εἴπεσκε: μένος δ’ ὄρσασκεν ἑκάστου.


Iliad 17.424: ὣς οἱ μὲν μάρναντο: σιδήρειος δ’ ὀρυγμαδός


Iliad 17.425: χάλκεον οὐρανὸν ἷκε δι’ αἰθέρος ἀτρυγέτοιο:


Iliad 17.426: ἵπποι δ’ Αἰακίδαο μάχης ἀπάνευθεν ἐόντες,


previousnext
msA 231rmsA 232r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1