Venetus A (Marciana 454 = 822), folio 231, recto
previous | next |
---|---|
msA 230v | msA 231v |
Iliad text (25 lines)
Iliad 17.377: ὅσσοι ἄριστοι ἔσαν: δύω δ’ οὔ πω φῶτε πεπύσθην:
Iliad 17.378: ἀνέρε κυδαλίμῳ: θρασυμήδης Ἀντίλοχός τε:
Iliad 17.379: Πατρόκλοιο θανόντος ἀμύμονος: ἀλλ’ ἔτ’ ἔφαντο
Iliad 17.380: ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι:
Iliad 17.381: τὼ δ’ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
Iliad 17.382: νόσφιν ἐμαρνάσθην: ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ :
Iliad 17.383: ὀτρύνων πόλεμόν δε μελαινάων ἀπὸ νηῶν
Iliad 17.384: τοῖς δὲ πανημερίου ἔριδος μέγα νεῖκος ὀρώρει
Iliad 17.385: ἀργαλέης: καμάτῳ δὲ καὶ ἱδρῶ νωλεμές αἰεὶ
Iliad 17.386: γούνατά τε κνῆμαί τε πόδες θ’ ὕπερθεν ἑκάστου:
Iliad 17.387: χεῖρες τ’ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
Iliad 17.388: ἀμφ’ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο :
Iliad 17.389: ὡς δ’ ὅτ’ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
Iliad 17.390: λαοῖσι δώη τανύειν μεθύουσαν ἀλοιφῇ:
Iliad 17.391: δεξάμενοι δ’ ἄρα τοί γε διαστάντες τανύουσι
Iliad 17.392: κυκλόσ’ ἄφαρ δέ τε ἰκμὰς ἔβη: δύνει δέ τ’ ἀλοιφή
Iliad 17.393: πολλῶν ἑλκόντων: τάνυται δέ τε πᾶσα δια πρό.
Iliad 17.394: ὣς οἵ γ’ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
Iliad 17.395: εἵλκεον ἀμφότεροι: μάλα δέ σφισιν ἤλπετο θυμός
Iliad 17.396: Τρωσὶν μὲν ῥ’ ἐρύειν ποτὶ Ἴλιον: αὐτὰρ Ἀχαιοῖς
Iliad 17.397: νῆας ἔπι γλαφυράς: περὶ δ’ αὐτοῦ μῶλος ὀρώρει
Iliad 17.398: ἄγριος: οὐδέ κ’ Ἄρης λαοσσόος: οὐδέ κ’ Ἀθήνη
Iliad 17.399: τόν δ’ ἰδοῦσ’ ὀνόσαιτ’ οὐδ’ εἰ μάλα μϊν χόλος ἵκοι:
Iliad 17.400: τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων
Iliad 17.401: ἤματι τῷ ἐτάνυσε κακὸν πόνον. οὐδ’ ἄρά πω τι
previous | next |
---|---|
msA 230v | msA 231v |