Venetus A (Marciana 454 = 822), folio 230, verso

previousnext
msA 230rmsA 231r

Iliad text (25 lines)


Iliad 17.352: τὸν δὲ πεσόντ’ ἐλέησεν ἀρήιος Ἀστεροπαῖος


Iliad 17.353: ἴθυσεν δὲ καὶ ὃ πρόφρων Δαναοῖσι μάχεσθαι:


Iliad 17.354: ἀλλ’ οὔ πως ἔτι εἶχε: σάκεσσι γὰρ ἔρχατο πάντῃ


Iliad 17.355: ἔσταότες περὶ Πατρόκλῳ : πρὸ δὲ δούρατ’ ἔχοντο:


Iliad 17.356: Αἴας γὰρ μάλα πάντας ἐπ ᾤχετο πολλὰ κελεύων


Iliad 17.357: οὔτέ τιν’ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει:


Iliad 17.358: οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων:


Iliad 17.359: ἀλλὰ μάλ’ ἀμφ’ αὐτῷ βεβάμεν: σχεδόθεν δὲ μάχεσθ :


Iliad 17.360: ὣς Αἴας ἐπέτελλε πελώριος: αἵματι δὲ χθὼν


Iliad 17.361: δεύετο πορφυρέῳ: τοὶδ’ ἀγχὶστῖνοι ἔπιπτον


Iliad 17.362: νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρ


Iliad 17.363: καὶ Δαναῶν : οὐδ’ οἳ γὰρ ἀναιμωτί γε ἐμάχοντο:


Iliad 17.364: παυρότεροι δὲ πολυ φθίνυθον: μέμνηντο γὰρ αἰεὶ


Iliad 17.365: ἀλλήλοις καθ’ ὅμιλον ἀλεξέμεναι φόνον αἰπὺν:


Iliad 17.366: ὣς οἱ μὲν μάρναντο δέμας πυρὸς οὐδέ κε φαίης


Iliad 17.367: οὔτέ ποτ’ ἠέλιον σόον ἔμμεναι οὔδε σελήνην:


Iliad 17.368: ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ’ ὅσσον ἄριστοι


Iliad 17.369: ἕστασαν ἀμφὶ Μενοιτιαδῃ κατατεθνηῶτι:


Iliad 17.370: οἱ δ’ ἄλλοι Τρῶες καὶ ἐυκνήμιδες Ἀχαιοί


Iliad 17.371: εὔκηλοι πολέμιζον ὑπ’ αἰθέρι: πέπτατο δ’ αὐγή


Iliad 17.372: ἠελίου ὀξεῖα: νέφος δ’ οὐ φαίνετο πάσης


Iliad 17.373: γαίης: οὐδ’ ὀρέων: μεταπαυόμενοι δ’ ἐμάχοντο


Iliad 17.374: ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα:


Iliad 17.375: πολλὸν ἀφεσταότες: τοίδ’ ἐν μέσω ἄλγε’ ἔπασχον 375


Iliad 17.376: ἠέρι καὶ πολέμῳ: τείροντο δὲ νηλέϊ χαλκῷ


previousnext
msA 230rmsA 231r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1